Ancient Greek
Book 2, ε
Philostratus the Athenian, Βίοι Σοφιστῶν 2.1-5
Not analysed yet
Ἀλεξάνδρῳ δέ, ὃν Πηλοπλάτωνα οἱ πολλοὶ ἐπωνόμαζον, πατρὶς μὲν ἦν Σελεύκεια πόλις οὐκ ἀφανὴς ἐν Κιλικίᾳ, πατὴρ δὲ ὁμώνυμος καὶ τοὺς ἀγοραίους λόγους ἱκανώτατος, μήτηρ δὲ περιττὴ τὸ εἶδος, ὡς αἱ γραφαὶ ἑρμηνεύουσι, καὶ προσφερὴς τῇ τοῦ Εὐμήλου Ἑλένῃ· Εὐμήλῳ γάρ τις Ἑλένη γέγραπται οἵα ἀνάθεμα εἶναι τῆς Ῥωμαίων ἀγορᾶς. ἐρασθῆναι τῆς γυναικὸς ταύτης καὶ ἑτέρους μέν, ἐπιδήλως δὲ Ἀπολλώνιόν φασι τὸν Τυανέα, καὶ τοὺς μὲν ἄλλους ἀπαξιῶσαι, τῷ δὲ Ἀπολλωνίῳ ξυγγενέσθαι δι’ ἔρωτα εὐπαιδίας, ἐπειδὴ θειότερος ἀνθρώπων. τοῦτο μὲν δὴ ὁπόσοις τρόποις ἀπίθανον, εἴρηται σαφῶς ἐν τοῖς ἐς Ἀπολλώνιον. θεοειδὴς δὲ ὁ Ἀλέξανδρος καὶ περίβλεπτος ξὺν ὥρᾳ, γενειάς τε γὰρ ἦν αὐτῷ βοστρυχώδης καὶ καθειμένη τὸ μέτριον ὄμμα τε ἁβρὸν καὶ μέγα καὶ ῥὶς ξύμμετρος καὶ ὀδόντες λευκότατοι δάκτυλοί τε εὐμήκεις καὶ τῇ τοῦ λόγου ἡνίᾳ ἐπιπρέποντες. ἦν δὲ αὐτῷ καὶ πλοῦτος δαπανώμενος ἐς ἡδονὰς οὐ μεμπτάς.