Ancient Greek · ~3 min
Book 2, ε
Philostratus the Athenian, Βίοι Σοφιστῶν 2.2-3
Not analysed yet
ἐς δὲ ἄνδρας ἥκων ἐπρέσβευε μὲν ὑπὲρ τῆς Σελευκείας παρὰ τὸν Ἀντωνῖνον, διαβολαὶ δὲ ἐπʼ αὐτὸν ἐφοίτησαν, ὡς νεότητα ἐπιποιοῦντα τῷ εἴδει. ἧττον δὲ αὐτῷ προσέχειν δοκοῦντος τοῦ βασιλέως ἐπάρας τὴν φωνὴν ὁ Ἀλέξανδρος πρόσεχέ μοι, ἔφη Καῖσαρ. καὶ ὁ αὐτοκράτωρ παροξυνθεὶς πρὸς αὐτὸν ὡς θρασυτέρᾳ τῇ ἐπιστροφῇ χρησάμενον προσέχω ἔφη καὶ ξυνίημί σου· σὺ γὰρ ἔφη ὁ τὴν κόμην ἀσκῶν καὶ τοὺς ὀδόντας λαμπρύνων καὶ τοὺς ὄνυχας ξέων καὶ τοῦ μύρου ἀεὶ πνέων. Τὸν μὲν δὴ πλεῖστον τοῦ βίου τῇ τε Ἀντιοχείᾳ ἐνεσπούδαζε καὶ τῇ Ῥώμῃ καὶ τοῖς Ταρσοῖς καὶ νὴ Δία Αἰγύπτῳ πάσῃ, ἀφίκετο γὰρ καὶ ἐς τὰ τῶν