Ancient Greek
Book 2, λα
Philostratus the Athenian, Βίοι Σοφιστῶν 2.2-17
Not analysed yet
ἐντυχὼν δέ ποτε αὐτῷ Φιλόστρατος ὁ Λήμνιος βιβλίον ἔτι πρόχειρον ἔχοντι καὶ ἀναγιγνώσκοντι αὐτὸ σὺν ὀργῇ καὶ ἐπιτάσει τοῦ φθέγματος ἤρετο αὐτόν, ὅ τι σπουδάζοι, καὶ ὃς ἐκπεπόνηταί μοι ἔφη κατηγορία τοῦ Γύννιδος, καλῶ γὰρ οὕτω τὸν ἄρτι καθῃρημένον τύραννον, ἐπειδὴ ἀσελγείᾳ πάσῃ τὰ Ῥωμαίων ᾔσχυνε. καὶ ὁ Φιλόστρατος ἐγώ σε εἶπεν ἐθαύμαζον ἄν, εἰ ζῶντος κατηγόρησας. εἶναι γὰρ δὴ τὸ μὲν ζῶντα τύραννον ἐπικόπτειν ἀνδρός, τὸ δὲ ἐπεμβαίνειν κειμένῳ παντός.