Ancient Greek
Book 2, λα
Philostratus the Athenian, Βίοι Σοφιστῶν 2.3-12
Not analysed yet
ἔφασκε δὲ ὁ ἀνὴρ οὗτος μηδʼ ἀποδεδημηκέναι ποι τῆς γῆς ὑπὲρ τὴν Ἰταλῶν χώραν, μηδὲ ἐμβῆναι ναῦν, μηδὲ γνῶναι θάλατταν, ὅθεν καὶ λόγου πλείονος κατὰ τὴν Ῥώμην ἠξιοῦτο ὡς τιμῶν τὰ ἤθη. Παυσανίου μὲν οὖν ἀκροατὴς ἐγένετο, ἐθαύμαζε δὲ τὸν Ἡρώδην ὡς ποικιλώτατον ῥητόρων. ἐβίω δὲ ὑπὲρ τὰ ἑξήκοντα ἔτη καὶ ἐτελεύτα οὐκ ἐπὶ παισίν, ποιδοποιίαν γὰρ παρῃτήσατο τῷ μὴ γῆμαί ποτε. τοῦτο δὲ εἴτε εὔδαιμον εἴτε ἄθλιον οὐ τοῦ παρόντος καιροῦ φιλοσοφῆσαι.