Ancient Greek · ~2 min
Section 20
Philostratus the Athenian, Γυμναστικός 20
Not analysed yet
ὁπόσα δὲ γυμνασταὶ ξυνεβάλοντο ἀθληταῖς ἢ παρακελευσάμενοί τι ἢ ἐπιπλήξαντες ἢ ἀπειλήσαντες ἢ σοφισάμενοι, πολλὰ μὲν ταῦτα καὶ πλείω λόγου, λεγέσθω δὲ τὰ ἐλλογιμώτερα. Γλαῦκον μὲν τοίνυν τὸν Καρύστιον πύκτην ἀπιστούμενον ἐν Ὀλυμπίᾳ τῷ ἀντιπάλῳ Τισίας ὁ γυμναστὴς ἐς νίκην ἤγαγε παρακελευσάμενος τὰν ἀπʼ ἀρότρου πλῆξαι· τουτὶ δὲ ἄρα ἦν ἡ τῆς δεξιᾶς ἐς τὸν ἀντίπαλον φορά· τὴν γὰρ χεῖρα ἐκείνην ὁ Γλαῦκος οὕτω τι ἔῤῥωτο, ὡς ὕνιν ἐν Εὐβοίᾳ ποτὲ καμφθεῖσαν ὀρθῶσαι σφυρηδὸν τῇ δεξιᾷ πλήξας.