Ancient Greek · ~5 min
Section 43
Philostratus the Athenian, Γυμναστικός 43
Not analysed yet
ταῦτα εἰρήσθω μοι περὶ κράσεως ἐκ τῆς νῦν γυμναστικῆς, ὡς ἡ ἀρχαία γε οὐδὲ ἐγίγνωσκε κρᾶσιν, ἀλλὰ μόνην τὴν ἰσχὺν ἐγύμναζεν. ἐγυμνάζοντο δὲ οἱ παλαιοὶ οἱ μὲν ἄχθη φέροντες οὐκ εὔφορα, οἱ δὲ ὑπὲρ τάχους ἁμιλλώμενοι πρὸς ἵππους καὶ πτῶκας, οἱ δὲ ὀρθοῦντές τε καὶ κάμπτοντες σίδηρον ἐληλαμένον ἐς παχύ, οἱ δὲ βουσὶ συνεζευγμένοι καρτεροῖς τε καὶ ἁμαξεῦσιν, οἱ δὲ ταύρους ἀπαυχενίζοντες, οἱ δὲ αὐτοὺς λέοντας. ταῦτα δὲ δὴ Πολυμήστορες καὶ Γλαῦκοι καὶ Ἀμησιναῖ καὶ Πουλυδάμας ὁ Σκοτουσσαῖος. Τίσανδρον δὲ τὸν ἐκ τῆς Νάξου πύκτην περὶ τὰ ἀκρωτήρια τῆς νήσου νέοντα παρέπεμπον αἱ χεῖρες ἐπὶ πολὺ τῆς θαλάττης γυμναζόμεναί τε καὶ γυμνάζουσαι. ποταμοί τε αὐτοὺς ἔλουον καὶ πηγαὶ καὶ χαμευνίαν ἐπήσκουν, οἱ μὲν ἐπὶ βυρσῶν ἐκταθέντες, οἱ δὲ εὐνὰς ἀμήσαντες ἐκ λειμώνων. σιτία δὲ αὐτοῖς αἵ τε μᾶζαι καὶ τῶν ἄρτων οἱ ἄπεπτοι καὶ μὴ ζυμῖται καὶ τῶν κρεῶν τὰ βόειά τε καὶ ταύρεια καὶ τράγεια τούτους ἔβοσκε καὶ δόρκοι, κότινοι τε καὶ φυλίαι ἔχριον αὐτοὺς λίπα, ὅθεν ἄνοσοί τε ἤσκουν καὶ ὀψὲ ἐγήρασκον, ἠγωνίζοντό τε οἱ μὲν ὀκτὼ Ὀλυμπιάδας, οἱ δὲ ἐννέα, καὶ ὁπλιτεύειν ἀγαθοὶ ἦσαν. ἐμάχοντό τε ὑπὲρ τειχῶν, οὐδὲ ἐκεῖ πίπτοντες, ἀλλʼ ἀριστείων τε ἀξιούμενοι καὶ τροπαίων, καὶ μελέτην ποιούμενοι πολεμικὰ μὲν γυμναστικῶν, γυμναστικὰ δὲ πολεμικῶν ἔργα.