Ancient Greek · ~2 min
Section 56
Philostratus the Athenian, Γυμναστικός 56
Not analysed yet
κόνις δὲ ἡ μὲν πηλώδης ἱκανὴ ἀποῤῥύψαι καὶ ξυμμετρίαν δοῦναι τοῖς περιττοῖς, ἡ δὲ ὀστρακώδης ἀνοῖξαί τε ἐπιτηδεία καὶ ἐς ἱδρῶτα ἀγαγεῖν τὰ μεμυκότα, ἡ δὲ ἀσφαλτώδης ὑποθάλπειν τὰ ἐπεψυγμένα, μέλαινα δὲ καὶ ξανθὴ κόνις γεώδεις μὲν ἄμφω καὶ ἀγαθαὶ μαλάξαι τε καὶ ὑποθρέψαι, ἡ δὲ ξανθὴ κόνις καὶ στιλπνοὺς ἐργάζεται καὶ ἡδίους ἰδεῖν, ὡς περὶ γενναίῳ τε καὶ ἠσκημένῳ σώματι ἔστι. σκεδαννύναι δὲ χρὴ τὴν κόνιν ὑγρῷ τῷ καρπῷ καὶ διεστῶσι τοῖς δακτύλοις διαῤῥαίνοντα μᾶλλον ἢ ἐπιπάττοντα, ἵνʼ ἐς τὸν ἀθλητὴν ἡ ἄχνη πίπτοι.