Ancient Greek
3
Philoxenus Lyr., Fragmenta 3
Unproofread scanNot analysed yet
Τὰς δὲ δὴ πρόσθεν μολούσας. . . . λιπαρανγεῖς, πορθμίδας πολλῶν ἀγαθῶν πάλιν εἴσφερον γεμούσας, τὰς ἐφήμεροι καλέοντι τραπέζας (δευτέρας,) ἀθάνατοι δέ τ' Ἀμαλθείας κέρας. ταῖσι δ' ἐν μέσαις καθιδρύθη μέγα χάρμα βροτοῖς, λευκὸς μυελὸς γλυκερός, λεπτοῖς ἀράχνας ἐναλιγκίοισι πέπλοις συγκαλύπτων ὄψιν αἰσχύνας ὑπο, μὴ κατίδῃ τις μαλογενὲς ποῦ λιπόντ' ἀνάγκαις ξηρὸν ἐν ξηραῖς Ἀρισταῖον παλιρρύτοισι παγαῖς· τῷ δ' ὄνομ' ἧς ἄμυλος· χερσὶν δ' ἐπέθεντο στόμιον μαλεραῖς . . . . . . τὰν δεξαμέναν ὅ τι κα διδῷ τις· ἃ Ζανὸς καλεῦντι