Ancient Greek
7
Philoxenus Lyr., Fragmenta 7
Unproofread scanNot analysed yet
Schol. Theocr. XI 1: Καὶ Φιλόξενος ποιεῖ τὸν Κύκλωπα παραμυθούμενον ἑαυτὸν ἐπὶ τῷ τῆς Γαλατείας ἔρωτι καὶ ἐντελλόμενον τοῖς δελφῖσιν, ὅπως ἀγγείλωσιν αὐτῇ, ὅτι ταῖς Μούσαις τὸν ἔρωτα ἀκεῖται. Plutarch. Symp. Quaest. I 5: Ὅπου καὶ τὸν Κύκλωπα Μούσαις εὐφώνοις ἰᾶσθαί φησι τὸν ἔρωτα Φιλόξενος. et si- militer Erotic. c. 18. Respicit huc Philodem. de Mus. Vol. Her- cul. I 15: Καὶ μὴν οὐδὲ παραμυθεῖσθαι δύναται μουσικὴ τὰς ἐν ἔρωτι δυσπραξίας, λόγου γὰρ μόνον τὸ τοιοῦτον, ἀνεπιβλήτους ποιεῖ περισπῶσα, καθάπερ ἀφροδίσια καὶ μέθη· ποιήματα δ’ εἰ προαιρεῖται, διδόσθω, καὶ Φιλόξενον, εἰ τοῦτ’ ἡνίττετο, μὴ τελέως ψεύδεσθαι. Adde etiam Callimachi Ep. 49.