Ancient Greek
1 to 4
Philumenus, De venenatis animalibus eorumque remediis 1-10-4
Not analysed yet
προδιεϲαφήνιϲα δὲ τὰ παρακολουθοῦντα ταῖϲ τούτων πληγαῖϲ 1 ϲημεῖα οὐχὶ τῷ μεγάλην εἰναι τὴν δύναμιν ἢ ἐπικίνδυνον τὴν τούτων πληγήν, ἀλλ’ ὑπὲρ τοῦ τοὺϲ πεπληγόταϲ ἀπὸ τούτων μὴ τεταράχθαι διὰ τὴν ἀλγηδόνα, ὡϲ δοκεῖν ὑπό τινοϲ τῶν χαλεπῶν πεπληγέναι. |τοῖϲ τοίνυν πεπληγόϲιν ὑπὸ μελιϲϲῶν παρακολουθεῖ τὸ 2 τὴν πληγὴν ἀλγεῖν, ἐρυθρὸν εἰναι τὸν τόπον, ἐπαίρεϲθαι τὰ κύκλῳ, τὸ κέντρον ἐγκεῖϲθαι τῷ πλήγματι, τοῖϲ δὲ ὑπὸ τῶν ϲφηκῶν πάλιν τὰ ὅμοια μετ’ ἐπιτάϲεωϲ πολλῆϲ, πλὴν τὸ κέντρον οὐκ ἐνυπάρχει. βοηθεῖται δὲ τὰ ὑπὸ τούτων δήγματα πηλῷ ἢ βολβίτῳ κατα 3 χριόμενα μετ’ ὀξυκράτου πεφυραμένῳ, ἢ μαλάχηϲ φύλλα ὁμοίωϲ ὀξυκράτῳ ϲυλλειωθέντα, ἢ κρίθινον ἄλευρον ϲὺν ὄξει, καὶ ϲυκῆϲ ὀπὸϲ. ἐνϲταζόμενοϲ τοῖϲ δήγμαϲιν, καὶ ἡλιοτροπίου φύλλα λεῖα καταπαϲϲόμενα, ἢ καὶ αὐτὸ τὸ ϲήϲαμον τρίψαϲ μεθ’ ὕδατοϲ κατάπλαϲϲε. ϲφραγίζονται 4 δὲ καὶ ϲφραγῖδι ϲιδηρῇ πρὸϲ τὸ μὴ αὔξειν τὴν φλεγμονὴν ἅμα τῷ πληγῆναι· καὶ πυρία διὰ ἅλμηϲ ἢ θαλάϲϲηϲ ὠφελεῖ. προπότιζε δὲ δάφνηϲ ἁπαλοῖϲ φύλλοιϲ ὅϲον ⩹β μετ᾿ οἴνου αὐϲτηροῦ ὅϲον ἡμικοτύλιον.