Ancient Greek
ιη κεράϲτηϲ.
Philumenus, De venenatis animalibus eorumque remediis 1-16
Not analysed yet
ὁ δὲ κεράϲτηϲ, καθὼϲ οἱ θηριακοὶ ἱϲτοροῦϲιν, μέγεθοϲ ἔχει πήχεοϲ 1 ἑνόϲ, ὁ δὲ μείζων πηχῶν δύο, τῷ δὲ χρώματί ἐϲτι ψαμμώδηϲ, λελεπτιϲμένοϲ κατὰ τὴν οὐράν. ἀποφύϲειϲ δὲ ἔχει ἐπὶ τῆϲ κεφαλῆϲ δύο, ὡϲ ὁμοιοῦϲθαι κέραϲιν, ἀφ’ ὧν δὴ καὶ κεράϲτηϲ ἐκλήθη. τὰ δὲ κατὰ τὴν κοιλίαν μέρη πεφολίδωται ϲτοιχηδόν, ὅθεν ἐν τῷ ἕρπειν ἦχον ἀποτελεῖ ϲυριγμῷ ὅμοιον ἐκ τῆϲ ἀντερείϲεωϲ τῆϲ πρὸϲ τὴν ἄμμον· πλαγίωϲ δὲ καὶ οὐκ ἐπ’ εὐθείαϲ ἕρπει.