Ancient Greek
1 to 2
Philumenus, De venenatis animalibus eorumque remediis 1-2-2
Not analysed yet
τῆϲ θεραπείαϲ ἡ μέν ἐϲτι κοινή, καὶ χρηϲτέον αὐτῇ ἐπὶ πάντων 1 τῶν ὑπό τινοϲ τῶν ἰοβόλων ζῴων |δεδηγμένων, ἡ δέ τιϲ ἰδία τῶν λυϲϲοδήκτων, τοὺϲ μὲν ἄκρωϲ ὠφελεῖν εἰθιϲμένη, τοῖϲ δὲ ἀπὸ πολλοῦ δηχθεῖϲιν ἀνάρμοϲτοϲ. καὶ πρῶτόν γε ταύτην ἐκθέμενοι, μετὰ τοῦτο καὶ τὴν κοινὴν ἐπιτροχάϲομεν. δεῖ τοίνυν καρκίνουϲ ποταμίουϲ 2 ἐπὶ κληματίδοϲ λευκῆϲ ἀμπέλου καῦϲαι καὶ τὴν τέφραν αὐτῶν λειοτριβήϲανταϲ ἔχειν ἀποκειμένην· ὁμοίωϲ δὲ καὶ ῥίζαϲ γεντιανῆϲ ἀποθέϲθαι κεκομμέναϲ καὶ ϲεϲηϲμέναϲ.