Ancient Greek
1 to 2
Philumenus, De venenatis animalibus eorumque remediis 1-5-2
Not analysed yet
Ἀρχιγένηϲ ἐν τῷ ε βιβλίῳ τῶν Κατὰ γένοϲ φαρμάκων οὕτωϲ· 1 τοὺϲ δὲ ἀνθρωποδήκτουϲ προχρίϲαϲ ἐλαίῳ μαράθρου ῥίζαν λειώϲαϲ μετὰ μέλιτοϲ, ἄχρι ἂν καθαρθῇ τὸ ἕλκοϲ, χρῶ, εἰτα ϲμύρναν καὶ τερεβινθίνην ἴϲα ἀναλαβὼν ὡϲ μάλαγμα ἐπιτίθει· ἢ χάλκανθον κεκαυμένην μέλιτι ἑφθῷ ἀναλαβὼν ὡϲ κουλλούριον ἐντίθει, καὶ οὕτωϲ ἀνακαθάραϲ παρακόλλα. ἐκ δὲ τοῦ Cτράτωνοϲ· ὀϲτέα μόϲχεια καύϲαϲ, ἕωϲ λευκὰ 2 γένηται, ἀνα|λάμβανε πίϲϲῃ ὑγρᾷ ἢ μέλιτι ἢ ἀμφοτέροιϲ καὶ ἐντίθει. ἄλλο· μάννην λεάναϲ μετ᾿ ἐλαίου καὶ οἴνου κατάπλαϲϲε.