Ancient Greek
1 to 2
Philumenus, De venenatis animalibus eorumque remediis 1-7-2
Not analysed yet
ϲυγχριέϲθω δὲ τὸ ϲωμάτιον ἐλαίῳ, ἐν ῷ κέδροι ϲυγκεκομμέναι χλωραὶ προεβλήθηϲαν ἢ ἀρκευθίδεϲ ἢ κόνυζα ἢ πευκέδανον ἢ ϲίλφιον ἢ ἐλελίϲφακον ἢ μαλάχη ἀγρία ἢ ἀβρότονον ἢ καρδάμωμον ἢ ἀϲφοθέλου ἢ δαύκου |καρπὸϲ ἢ χαλβάνη, καὶ ὀπῷ πευκεδάνου ἢ μυελῷ ἐλαφείῳ μετ᾿ ὄξουϲ ἀνειμένῳ ἢ ὀξελαίῳ ἢ τοῖϲ ἐκ τούτων ϲυντεθεῖϲι. πρὸϲ δὲ πάν θηρίον καθολικῶϲ· τὸ ἑκάϲτου ϲτέαρ ϲυναλειφόμενον 2 φυγαδεύει ἀπὸ τῆϲ ὀϲμῆϲ τὸ ϲυγγενέϲ, ὡϲ καὶ κύων ὀϲφρανθεὶϲ τοῦ ἰδίου κρότωνοϲ τεθλαϲμένου φεύγει ταχέωϲ.