Ancient Greek
10 to 16
Philumenus, De venenatis animalibus eorumque remediis 10-16
Not analysed yet
10 βοηθοῦνται δὲ πάντεϲ οἱ φαλαγγιόδηκτοι λουτρῷ ϲυνεχεῖ θερμῳ· καταντλεῖν δὲ δεῖ τὴν πληγὴν ἀφεψήματι τριφύλλου καὶ ἐλαίου θερμοῦ. ἐπιτίθει δὲ τέφραν ϲυκίνην ϲυν ἁλϲὶν λείοιϲ μετ᾿ οἴνου φυράϲαϲ, ἡ ἀριϲτολοχίαν ϲυν κριθίνῳ ἀλεύρῳ καὶ ὄξει δεύϲαϲ. 11 κατάντλει δὲ θερμοτερᾳ θαλάϲϲῃ ἢ ἅλμῃ τὰ ἕλκη, ἢ μελιϲϲοφύλλου ἀφεψήματι —ταύτηϲ δὲ καὶ τὰ φύλλα ἐπιπλάϲϲειν —,ἡ βολβοῖϲ ἡ πολυγόνῳ ή πράϲοιϲ ἢ πιτύροιϲ ἀνεζεϲμένοιϲ ὄξει ἡ κριθίνοιϲ ἀλεύροιϲ ϲυγκαθηψημενων φύλλων δάφνηϲ ϲὺν οἴνῳ, ἡ ϲπόγγον καινὸν εἰϲ ὄξοϲ ἀποβάπτων πυρία τὴν πληγήν. 12 πότιζε δὲ ἀεροτόνου τὸ ϲπέρμα καὶ ἄνη θον καὶ ἀριϲτολοχίαν καὶ ἐρέβινθον ἄγριον καὶ κύμινον Αἰθιοπικὸν καὶ κεδρίδαϲ λείαϲ καὶ πλατάνου φλοιὸν καὶ τὸ ϲπέρμα τῆϲ τριφύλλου πόαϲ, ἑκάϲτου κατ᾿ ἰδίαν δίδοται ⩹β μετ᾿ οἴνου ӄ ᾱ· 13 ὡϲαύτωϲ δὲ καὶ μυρίκηϲ ὁ καρπὸϲ καὶ χαμαιπίτυοϲ καὶ τῶν χλωρῶν τῆϲ κυπαρίϲϲου ϲφαιρίων τὸ ἀφέψημα κιρνάμενον μετ᾿ οἴνου, ἢ πυρέθρου λείου ⩹ᾱ ὁμοίωϲ πινομένη. 14 φαϲὶν δέ τινεϲ καὶ καρκίνον ποτάμιον χυλιϲθέντα μετὰ γάλακτοϲ, καὶ προϲλαβόντα ϲελίνου ϲπέρμα, παραχρῆμα τῶν ὀχληρῶν ἀπαλλάϲϲειν. ἢ πέπερι τρίψαϲ ἐν οἴνῳ κ ᾱ πάχοϲ ϲύμμετρον ποιῶν δίδου πιεῖν. ἀντίδοτοϲ ποιοῦϲα πρὸϲ φαλαγγιοδήκτουϲ καὶ τρυγόναϲ καὶ δράκονταϲ θαλαϲϲίουϲ, καὶ ϲμυραίνηϲ καὶ πάντων τῶν τοιούτων γενῶν πληγάϲ. ἐϲτὶ δὲ ἀρίϲτη· ἀριϲτολοχίαϲ, ἵρεωϲ Ἰλλυρικῆϲ, ναρδοϲτάχυοϲ, πυρέθρου, δαύκου ϲπέρματοϲ, βρυωνίαϲ ῥίζηϲ, γλυκυϲίδηϲ ῥίζηϲ, ἐλλεβόρου μέλανοϲ, ἀφρονίτρου, κυμίνου, κονύζηϲ, ϲταφίδοϲ ἀγρίαϲ, δαφνίδων, κυτίνων, πετροϲελίνου ϲπέρματοϲ, κιναμώμου, ϲπονδυλίου, ἁλῶν, πιτύαϲ λαγωοῦ, καρκίνου ποταμίου, χαλβάνηϲ, ὀποῦ μήκωνοϲ, βαλϲάμου· πάντων ἴϲα βαλὼν εἰϲ ὅλμον, κόψαϲ καὶ ϲήϲαϲ, ἀνάπλαϲϲε μετὰ καππάρεωϲ χυλοῦ δραχμιαίουϲ τροχίϲκουϲ, καὶ δίδου πιεῖν μετὰ δυο κυάθων οἴνου.