Ancient Greek
κϛ περὶ κεγχρίνου τοῦ καὶ ἀκοντίου.
Philumenus, De venenatis animalibus eorumque remediis 2-11
Not analysed yet
2 παρέπεται δὲ τοῖϲ ὑπὸ τούτου δηχθεῖϲιν, ἃ καὶ ἐπὶ τῶν ἐχεοδήκτων, καὶ ἔτι χαλεπώτερα, ὥϲτε καὶ ϲηπεδόναϲ καὶ ἀπόρρευϲιν ϲαρκῶν ἐπακολουθεῖν, καὶ δεινότερον αὐτοῖϲ τὸν θάνατον ἐπιγίνεϲθαι. τὰ δὲ βοηθήματα ὅμοια τοῖϲ τῶν ἐχεοδήκτων καὶ τῶν |ἄλλων τῶν ὁμογενῶν τῶν τὰ ὅμοια νοϲήματα παρεχόντων.