Ancient Greek
2 to 4
Philumenus, De venenatis animalibus eorumque remediis 2-2-4
Not analysed yet
2 ὅπωϲ μὴ τάχιον τῶν τεϲϲαράκοντα |ἡμερῶν αἱ οὐλαὶ ϲυγκλειϲθεῖεν, ἀλλ’ ἐπὶ πολὺ τὰϲ ἑλκώϲειϲ τηρητέον, εἰ οἶόν τε, καὶ ἐπιφλεγμαινούϲαϲ καὶ ἐπιρρυπαινομέναϲ. 3 παρέξει δὲ αὐταῖϲ τὸ τοιοῦτο τάριχοϲ δριμύτατοϲ ἐπιτιθέμενοϲ, καὶ ϲκορόδων ἄγλιθεϲ λελειοτριβημέναι, κρόμμυά τε ὡϲαύτωϲ, καὶ ὀπὸϲ μάλιϲτα μὲν ὁ Κυρηναικὸϲ ἢ ὁ Μηδικὸϲ ἢ ὁ Παρθικόϲ. καὶ κόκκοι δὲ πυρῶν ἐπιτιθέϲθωϲαν, καὶ μεμαϲημένοι μὲν καὶ ἀμάϲητοι· διαφυϲώμενοι γὰρ ὑπὸ τῆϲ βροχῆϲ ἀνευρύνουϲιν τὰ τραύματα. τινὲϲ δὲ οἴονται τοὺϲ μεμαϲημένουϲ ἀντιπαθέϲ 4 τι ἔχειν ἀπὸ τῆϲ τῶν διαμαϲηϲαμένων νηϲτείαϲ· οὐ μὴν τοῦτο βέβαιόν ἐϲτιν, ἀλλ’ ἑκατέρωϲ αὐτοῖϲ χρηϲτέον.