Ancient Greek
2 to 8
Philumenus, De venenatis animalibus eorumque remediis 2-3-8
Not analysed yet
χρῶ δὲ εἰ βούλει ξηρῷ αὐτῷ καὶ ἐπὶ τῶν ἑλκῶν. ἔϲτι δὲ ἀριϲτολοχίαϲ ϲτρογγύληϲ. γεντιανῆϲ, δαφνίδων, ϲμύρνηϲ ἀνὰ ⋖η· ἀναλάμβανε μέλιτι Ἀττικῷ ἢ νηϲιωτικῷ. ἐὰν δὲ προϲβάληϲ πεπέρεωϲ λευκοῦ ⋖δ, ποιεῖ καὶ πρὸϲ ἡπατικοὺϲ θαυμαϲτῶϲ μεθ’ ὑδρομέλιτοϲ, ἐν δὲ τοῖϲ παροξυϲμοῖϲ μετὰ γλυκέοϲ. 3 ἄλλη ἀντίδοτοϲ θηριακή, ποιοῦϲα κατ’ ἐξοχήν. ἔϲτι δὲ καϲτορίου, ὸποῦ ἰυρηναικοῦ, πεπέρεωϲ ἀνὰ ⋖δ, κόϲτου, νάρδου Ἰνδικῆϲ, κρόκου, κενταυρίου χυλοῦ ἀνὰ ⋖β, μέλιτοϲ ἀπέφθου κοτύληϲ ἥμιϲυ. 4 ἡ δόϲιϲ καρύου Ποντικοῦ τοῦ ἐντὸϲ τὸ μέγεθοϲ· δίδου ϲκορπιοπλήκτοιϲ μετ’ οἴνου κεκραμένου, ἀϲπιδοδήκτοιϲ μετ’ ὄξουϲ κεκραμένου, ἡπατικοῖϲ μεθ’ ὑδρομέλιτοϲ, πρὸϲ ὑϲτερικὰϲ πνίγαϲ ὁμοίωϲ, πρὸϲ δὲ τὸ κατᾶξαι ἔμμηνα ἀπὸ βαλανείου δίδου μετ’ οἰνομέλιτοϲ θερμοῦ. καὶ καταϲπαϲικὴν δὲ δύναμιν ἔχει ὡϲ τούϲ ἀναδοθένταϲ ἥλουϲ καταφέρειν· οὕτωϲ οὑν καὶ πρὸϲ ὑϲτερικὰϲ πνίγαϲ καὶ τὴν τῶν ἐμμήνων κάθαρϲιν ποιεῖ. 5 ἄλλη ἀντίδοτοϲ ϲκορπιοπλήκτοιϲ· ἀριϲτολοχίαϲ μακρᾶϲ λείαϲ δίδου κοχλιάριον ἐν μετ’ οἴνου ἀκράτου κυάθων τεϲϲάρων· ἐνεργεῖ ϲφόδρα. 6 περὶ ἐμπλάϲτρων. Ζῆν νων δὲ ὁ Λαοδικεύϲ μετὰ τὴν ἑαυτοῦ θηριακὴν ἀντίδοτον, ἠν ἐγὼ ἐνθάδε οὐ παρέθηκα διὰ τὸ πολυτελὲϲ τῆϲ ϲκευαϲίαϲ, παρατίθεται μὲν ἐμπλάϲτρουϲ τάϲδε, φηϲὶν δὲ οὕτωϲ· ἐπὶ δὲ τῶν δηγμάτων τὴν ἔμπλαϲτρον τὴν διὰ θαλάϲϲηϲ καὶ χαμαιλεοντοϲ ἐπιτίθει ἢ τὴν λευκὴν ἢ ἀμφοτέραϲ μίξαϲ. 7 ἔϲτι δὲ ἡ μὲν διὰ χαμαιλέοντοϲ ἥδε· λιθαργύρου ??α ??β, ἁλὸϲ Ἀλμμωνιακοῦ ⋖α, χαμαιλέοντοϲ μέλανοϲ ῥίζηϲ ??δ, θαλάϲϲηϲ ??γ, ἐλαίου παλαιοῦ ??α· ἕψε λιθάργυρον, ἔλαιον, θάλαϲϲαν, ἕωϲ ϲυϲτραρῇ, εἶτα καθελὼν ἀπὸ τοῦ πυρὸϲ πρόϲβαλλε λεῖον τὸν χαμαιλέοντα ἐπιπάϲϲων καὶ ἐπίθεϲ ἐπὶ μαλακοῦ πυρόϲ, ὅπωϲ τὴν δύναμιν ὁ χαμαιλέων προϲδῷ τῷ φαρμάκῳ. ἄλλη ἡ λευκὴ πρὸϲ ὅ θέλειϲ 8 ῥῆξαι ἢ διαφορῆϲαι ἢ ἐπιϲπάϲαϲθαι· λιθαργύρου ??α, ψιμυθίου ??β, πιτυίνηϲ ??α, ἐλαίου παλαιοῦ ??γ, κηροῦ ??α, Ἀλμμωνιακοῦ θυμιάματοϲ. χαλβάνηϲ ἀνὰ ??β· ἕψε ἔλαιον, ψιμύθιον, λιθάργυρον, ἕωϲ ἀμόλυντον γένηται· εἰτα τὰ ἄλλα ὕϲτερον πρόϲβαλλε καὶ χρῶ πρὸϲ πᾶϲαν ἀπό ϲταϲιν καὶ φύματα κατὰ μαϲτούϲ, φύγεθλα, κόλπουϲ, ϲύριγγαϲ, παρωτίδαϲ, ἄνθρακαϲ.