Ancient Greek
2 to 4
Philumenus, De venenatis animalibus eorumque remediis 2-9-4
Not analysed yet
τὰ δὲ πεπονθότα μέ ρη ϲηπόμενα λευκαίνεται, ἀλφοειδὴϲ δὲ καθ’ 2 ὅλον τὸ ϲῶμα ἐπι γίνεται χρόα, ῥύϲειϲ τε τριχῶν τῶν καθ’ ὅλον τὸ ϲῶμα. τελευτῶϲιν δὲ μέχρι τριῶν ἢ τεϲϲάρων ἡμερῶν. βοηθοῦνται δὲ καὶ οὐτοι τοῖϲ ἐπὶ κεράϲτου καὶ ἀμμοδύτου είρημένοιϲ βοηθήμαϲιν. 3 καὶ Ἀπολλώνιοϲ δὲ ἐν τοῖϲ Εὐπορίϲτοιϲ ὑποτίθεται ἐπὶ τούτων βοηθήματα τάδε· βούτυρον μετὰ μέλιτοϲ ἐνάλειφε τὸν δεδηγμένον τόπον. πότιζε δὲ τρύγα μελικράτου προϲφάτου, ἐπιβάλλων ὄξοϲ καὶ ἀποϲειρώϲαϲ, ἢ ὀξύμελι ἢ μαράθρου καρπὸν ἑφθὸν μετ᾿ οἴνου λευκοῦ κοτύληϲ ἥμιϲυ, ἢ πάνακοϲ ῥίζαν ὁμοίωϲ ϲύμμετρον μετ᾿ οἴνου δίδου· 4 ϲυμφέρει δὲ καὶ ϲπόγγουϲ ὄξει θερμῷ βεβρεγμένουϲ τῷ δήγματι προϲτιθέναι. ἐκ δὲ τῶν Ϲτράτωνοϲ· χυλὸν ἀνδράχνηϲ ὡϲ πλεῖϲτον δίδου πιεῖν, ἢ μυρτίτην οἶνον ζωρότερον δίδου, ἢ ἀμπέλου ἕλικαϲ ϲὺν οἴνῳ καὶ ὄξει λειώϲαϲ δίδου πίνειν.