Ancient Greek
3 to 4
Philumenus, De venenatis animalibus eorumque remediis 3-8-4
Not analysed yet
3 βοηθοῦνται δὲ καὶ οὗτοι τοῖϲ ἐπ’ ἐχεοδήκτων είρημένοιϲ, ὡϲ ἴϲτορεῖ Ἀπολλὠνιοϲ ἐν τοῖϲ Εὐπορίϲτοιϲ. ἐν δὲ τοῖϲ Ϲτράτωνοϲ οὐ κεῖται περὶ διψάδοϲ. ὡϲ δὲ παρὰ τοῖϲ θηριακοῖϲ ηὕρομεν, ἰδίωϲ ἐπὶ τούτων φαϲὶν τοῖϲ διουρητικοῖϲ βοηθήμαϲι χρῆϲθαι, ὡϲ τῷ ἀφεψήματι τοῦ ϲελίνου, νάρδου καὶ κιναμώμου καὶ τῶν ὁμοίων, καὶ προϲδιδόνταϲ ἔλαιον ἐμεῖν ἀναγκάζειν· χρῆϲθαι δὲ καὶ κλυϲμοῖϲ. ἐπὶ δὲ 4 τῶν εὐτόνων καὶ φλεβοτομίαν παραληπτέον, κατὰ δὲ τῶν πεπληγμένων μερῶν ἄϲβεϲτοϲ μετ’ ἐλαίου ὠφελεῖ καταπλαϲϲομένη, καὶ ἄλλαιϲ δὲ ἐπιϲπαϲτικαῖϲ δυνάμεϲιν οἰκείωϲ ἔϲτι χρῆϲθαι, ὡϲ τῇ δι’ ἁλῶν καὶ τῆ διὰ δαφνίδων καὶ τῇ λευκῇ καὶ ταῖϲ ἐπὶ κυνοδήκτων γεγραμμέναιϲ.