Ancient Greek
4 to 8
Philumenus, De venenatis animalibus eorumque remediis 4-3-8
Not analysed yet
πρὸϲ δὲ τὰ ἤδη πεπυωμένα τῶν δηγμάτων 4 ὀρόβινον ἄλευρον μέλιτι φυράϲαϲ ἐπιτίθει· ἄκρωϲ ποιεῖ. ἐκ τῶν Ἀπολλωνίου Εὐ πορίϲτων· πρὸϲ δὲ τὰ φλεγμαίνοντα τῶν δηγμάτων λιθάργυρον λειάναϲ μεθ᾿ ὕδατοϲ κατάχριε, ἢ φακῷ ἑφθῷ λείῳ κατάπλαϲϲε. κέχρηϲο δὲ καὶ ἐνδείᾳ καὶ κενώϲει καὶ ἀκινηϲίᾳ τοῦ δεδηγμένου μέρουϲ, ἢ τάριχον ὃν ἐὰν ϲχῇϲ μάλιϲτα παλαιὸν λειὠϲαϲ κατάπλαϲϲε. τοῦτο ἐνεργέϲτερόν ἐϲτι παντὸϲ ἄλλου φαρμάκου κατ᾿ ἐξοχήν. 6 ὁ δὲ καθηγητὴϲ ἐνεργέϲτερον ποιῶν καὶ ϲκόροδα ϲυνελέαινεν. πρὸϲ οὐν κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ἅλαϲ λεῖον ϲὺν μέλιτι κατάπλαϲϲε, ἄχριϲ οὗ πλήρη ῇ. τινὲϲ δὲ καὶ κρόμμυον προϲμίϲγουϲιν καὶ ὄξουϲ καὶ οὕτωϲ χρῶνται. αὐτοῖϲ δὲ τούτοιϲ τοῖϲ βοηθήμαϲιν χρηϲτεον καὶ ἐπὶ τῶν ἀνθρωποδήκτων· ταῦτα γὰρ ἁρμόζει πρὸϲ τὰϲ ἑκατέρων διαθέϲειϲ. 7 |ἐκ δὲ τῶν Θεοδώρου· ὑὸϲ κόπρον κατακαύϲαϲ καὶ ἀναλύϲαϲ ἐλαίῳ ἐπιτίθει· ἐμοὶ δὲ δοκεῖ καὶ πράϲον τούτῳ μίϲγειν. 8 ἄλλο· ἄνηθον ξηρὸν κατακαύϲαϲ πλήρωϲον τὸ δῆγμα, καὶ πεμπταῖον λύϲαϲ εὑρήϲειϲ καθαρόν. ἄλλο· φύλλα κράμβηϲ, ἰὸν χαλκοῦ, πήγανον καὶ ἅλαϲ ἐπιτίθει.