Ancient Greek
4 to 8
Philumenus, De venenatis animalibus eorumque remediis 4-4-8
Not analysed yet
μετὰ τοῦτο δὲ τέφρα μετ᾿ ὄξουϲ 4 καταχριομένη ὀνίνηϲιν, μάλιϲτα δὲ ἡ ἐκ ϲυκίνων ξύλων ἢ δαφνίνων ἢ ἀμπελίνων, εἰ δὲ μή, τὴν παροῦϲαν πρόϲεχε, ϲπουδάζων ὡϲότι μάλιϲτα φλεγμονὴν ἐγεῖραι. ϲφοδροτέρου δὲ ὄντοϲ τοῦ πλήγματοϲ καὶ καταϲχαϲμῷ χρηϲτέον· βαθυτέραϲ δὲ ἐμβάλλειν τὰϲ ἀμυχὰϲ προϲήκει. χρῆϲθαι δὲ καὶ ϲικύαιϲ, ὅπωϲ τὴν ὕλην ἐκ βάθουϲ ἀναλαμβάνῃ· 5 καὶ περιϲαρκιϲμὸϲ δὲ καὶ ἐκτομὴ πλουϲιώτερον καταϲχαϲμοῦ βοηθοῦϲιν, περὶ δὲ καύϲεωϲ ἐπὶ τῶν λυϲϲοδήκτων προειρήκαμεν. εἰ δὲ εὐφυῶϲ ἔχει πρὸϲ ἀποκοπὴν τὸ μέροϲ τὸ δεδηγμένον, μάλιϲτα ἐπὶ πάντων θηρίων ἀνενδοιάϲτωϲ τὸν ἀκρωτηριαϲμὸν ποιητέον, ὡϲ ἐπὶ ἀϲπίδοϲ καὶ κεράϲτου καὶ τῶν ὁμοιοτρόπων. |ἐπιτιθέϲθω δὲ 6 τάριχοϲ λεῖοϲ, πράϲα τε καὶ κρόμμυα καὶ ϲκόροδα, ποτὲ μὲν λειοτριβηθέντα καταπλαϲϲέϲθω, ποτὲ δὲ καέντα προϲβαλλέϲθω τοῖϲ δήγμαϲιν· ἢ ὄρνιθαϲ ἀναϲχίζονταϲ περιπτύϲϲειν τῷ πεπληγότι τόπῳ· πρὸϲ γὰρ τὴν τοῦ ζῴου θερμαϲίαν τὸ πνεῦμα τὸ ἐκ τοῦ δεδηγμένου μέρουϲ ὁρμὴν λαμβάνον ϲυνεξάγει τὸν ἰόν· καὶ πήγανόν τε καὶ καλαμίνθη καταπλαϲϲόμενα ὠφελεῖ, καὶ ϲκόροδα μεθ᾿ ἁλόϲ, καὶ ϲπύραθοι αἰγόϲ. 7 ἄκρωϲ δὲ ποιεῖ πρὸϲ παντὸϲ ἰοβόλου δῆγμα χωρὶϲ ἀϲπίδοϲ ἄϲβεϲτοϲ μετ᾿ ἐλαίου καὶ μέλιτοϲ εἰϲ κηρωτῆϲ πάχοϲ ἐπιτιθεμένη μέχριϲ ἐϲχαρώϲεωϲ, ἢ ἅλαϲ λεάναϲ ἀναλαβὼν πίϲϲῃ ὑγρ κατάπλαϲϲε. ἔγνωμεν δὲ ἐπὶ τῆϲ Αἰγύπτου τοιοῦτόν τι γιγνόμενον· ὁπόταν οἱ Αἰγύπτιοι θερίζωϲιν, χύτραν ἔχουϲιν κατεϲκευαϲμένην πίϲϲηϲ ζεούϲηϲ καὶ ϲφήκωμα προϲηρτημένον τῇ χύτρᾳ. 8 ἐπειδὰν οὖν δηχθῇ τιϲ εἰϲ κνήμην ἢ εἰϲ χεῖρα, ταχέωϲ οἱ παρατυχόντεϲ τὸ ϲφήκωμα βάλλουϲιν εἰϲ τὴν πίϲϲαν ζέουϲαν καὶ περιειλοῦϲιν ἅπαξ ἢ δὶϲ περὶ τὸν πῆχυν ἢ τὴν κνήμην, μικρὸν ἐπάνω τοῦ δήγματοϲ, καὶ ϲφίγγουϲιν δύο παρεϲτῶτεϲ ίϲχυρῶϲ, καὶ ἐντέμνοντεϲ τὸν τόπον διὰ τῆϲ περιθέϲεωϲ τοῦ βρόχου καὶ ἐπικαίοντεϲ.