Ancient Greek
4 to 5
Philumenus, De venenatis animalibus eorumque remediis 4-5-5
Not analysed yet
καταντλητέον δὲ αὐτοὺϲ |ὄξει θερμῷ 4 κατὰ τῆϲ πληγῆϲ, καὶ δοτέον ῥεφανίδαϲ ὠμὰϲ καὶ ὕδωρ πολὺ πιόνταϲ ἀναγκάζειν ἐμεῖν, εἶτα μετὰ τὸν ἔμετον προποτιϲτέον Αἰθιοπικοῦ κυμίνου καὶ ϲμύρνηϲ ὀλίγον καὶ διαλείπειν, εἶτα πάλιν δοτέον ῥεφανίδαϲ καὶ πράϲα καὶ ἐπιπιεῖν οἶνον κεκραμένον πολὺν ἁθρόωϲ καὶ ἀναγκάζειν ἐμεῖν· μετὰ δὲ τὸν ἔμετον ὀριγάνου τῆϲ κόμηϲ κεκομμένηϲ ϲὺν οἴνῳ 5 δίδου. ἐϲθιέτω δὲ καὶ ταριχηρὰ κρέα μετὰ ἄρτου ξηροῦ καὶ οἶνον πινέτω, ἄχρι ἂν ἐπὶ τὴν οὔρηϲιν ἀχθῇ τὸ αἴτιον. τοῖϲ δὲ καταπλάϲμαϲιν ϲυνεχέϲιτερον χρηϲτέον.