Ancient Greek
5 to 6
Philumenus, De venenatis animalibus eorumque remediis 5-3-6
Not analysed yet
5 μετὰ δὲ ταῦτα ποτιϲτέον λεκίθου ὠοῦ τὸ τρίτον μέροϲ καὶ μἠκωνοϲ ὀποῦ ὅϲον ἔϲτι καὶ ἴρεωϲ ??α μετὰ γλυκέοϲ· εἶτα τούτοιϲ δοτέον καὶ γλυκὺν κεκραμένον πιεῖν, καὶ τὸ δῆγμα ὕδατι ψυχρῷ καταντλητέον, τοῖϲ δὲ παλαιο τέροιϲ γλυκὺν δοτέον μετὰ θερμοῦ πολλοῦ. 6 μετὰ δὲ τὸν ἐμετὸν ίχθύαϲ ἀπ’ ἀνθράκων προϲενεκτέον, καὶ τῷ πόματι παραπληϲίωϲ χρηϲτέον, καὶ τὴν κύϲτιν ϲπόγγοιϲ πολλοῖϲ πυριατέον. ἐκ δὲ τῶν Ϲτράτωνοϲ· ᾠοῦ τὸ λευκὸν μετ’ οίνομέλιτοϲ δίδου πιεῖν, ἤ ῥεφάνου ϲπέρμα μετ’ οἴνου. κατάπλαϲϲε δὲ ἁλὶ λείῳ ἀναληφθέντι πίϲϲῃ ὑγρᾶ.