Ancient Greek · ~1 min
Play Aug, lines Fragment tit-3
Philyllius Comic., Fragmenta Fragment tit-2-3
Not analysed yet
ΑΥΓΗ.
Καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες· ἀλλ' ἀφαιρεῖν
ὥρα 'στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι,
ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.
Αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων
γαλακτοχρῶτας κολλάβους θερμούς.
Πάντα γὰρ ἦν
μέστ' ἀνδρῶν καὶ μειρακίων
πινόντων, ὁμοῦ δ' ἄλλων
γρᾳδίων μεγάλαισιν οἴ-
νου χαίροντα λεπασταῖς.