Ancient Greek
144.2 to 144.33
Phintys, Fragmenta 144.2-33
Unproofread scanNot analysed yet
ΦΙΝΤΥΟΣ ΤΑΣ ΚΑΛΛΙΚΡΑΤΕΟΣ ΘΥΓΑ- ΤΡΟΣ ΠΥΘΑΓΟΡΕΙΑΣ ΕΚ ΤΟΥ ΠΕΡΙ ΓΥΝΑΙΚΟΣ ΣΩΦΡΟΣΥΝΑΣ. Τὸ μὲν ὅλον ἀγαθὸν δεῖ ἡμεν καὶ κοσμίαν· ἄνευ δ’ ἁ ἀρετᾶς οὐδέποτ’ ἂν β γένοιτό τις τοιαῦτα. Ἐκάστα ο γὰρ ἀρετὰ περὶ ἕκαστον γινόμενα τὸ αὐτὰς δεκτικὸν ἀποδίδωσι σπουδαῖον· ἂ μὲν τῶν ὀπτιλῶν τῶς ὀπτιλῶς, ἂ δὲ τὰς ἄκοας· τὰν ἄκοάν, καὶ ἂ μὲν ἵππου τὸν ἵππον, ἂ δ’ ἀνδρὸς τὸν ἄνδρα· οὕτω δὲ καὶ ἂ ἁ γυναικὸς τὰν γυναικά. Γυναικὸς δὲ μάλιστα ἀρετὰ σωφροσύνα· διὰ γὰρ ταύτας τὸν ἴδιον ἄνδρα καὶ τιμᾶν καὶ ἀγαπᾶν δυνασεῖται. Πολλοὶ μὲν ἴσως δοξάζουσι, ὅτι οὐκ εὐάρμοστον γυναικὶ φιλοσοφεῖν, ὥσπερ οὐδ’ ἵππευεν οὐδὲ δαμαγορεῖν· ἔγὼ δὲ τὰ μὲν τινα νομίζω ἀνδρὸς ἡμεν. ἴδια, τὰ δὲ γυναικὸς, τὰ δὲ κοινὰ ἀνδρὸς καὶ γυναικὸς, τὰ δὲ μᾶλλον ἀνδρὸς ἢ γυναικὸς, τὰ δὲ μᾶλλον γυναικὸς ἢ ἀνδρὸς. Ἴδια μὲν ἀνδρὸς τὸ στραταγεῖν καὶ πολιτεύεσθαι καὶ δαμαγορεῖν· ἴδια δὲ γυναικὸς τὸ οἰκοῦρεν καὶ ἔνδον μένεν καὶ ἐκδέχεσθαι καὶ θεραπεύεν τὸν ἄνδρα. Κοινὰ δὲ φαμὶ ἀνδρίαν καὶ δικαιοσύναν καὶ φρόνασιν· καὶ γὰρ τὰς τῶ σώματος ἀρετὰς πρέπον ἔχεν καὶ ἀνδρὶ καὶ γυναικὶ καὶ τὰς ψυχὰς ὁμοίως· καὶ ὡς ὑγιαίνειν τῷ σώματι ἀμφοτέροισ ὠφέλιμον, οὕτως ὑγιαίνειν τῇ ψυχῇ· σώματος δὲ ἡμεν ἀρετὰς ὑγίειαν, ἰσχύν, εὐαισθησίαν, κάλλος. Τὰ δὲ μᾶλλον ἀνδρὶ καὶ ἀσχήν καὶ ἔχεν οἰκείον ἐντι, τὰ δὲ μᾶλλον γυναικὶ. ἀνδρότατα μὲν γὰρ καὶ φρόνασιν μᾶλλον ἀνδρὶ καὶ διὰ τὰν ἔξιν τῶ σώματος καὶ διὰ τὰν δύναμιν τὰς ψυχᾶς, σωφροσύναν δὲ γυναικὶ. Διὸ δεῖ περὶ σωφροσύνας παιδευσμέναν γυνὴζειν, ἐκ πόσων τινῶν καὶ ποίων τοῦτο τἀγαθὸν τῇ γυναικὶ περιγίνεται ο. Φαμὶ δὴ ἐκ πέντε τούτων· πρῶτον μὲν ἐκ τὰς περὶ τὰν εὐνὰν διοστάτος τε καὶ εὐσεβείας· δεύτερον δὲ ἐκ τῶ κόσμου τῶ περὶ τὸ σῶμα· τρίτον ἐκ τῶν ἐξόδων τῶν ἐκ τὰς ἰδίας οἰκίας· τέταρτον δ’ ἐκ