Ancient Greek
145.2
Phintys, Fragmenta 145.2
Unproofread scanNot analysed yet
ποιείσθαι θεωρίας ἐνεκά τινος ἢ ἀγορασμῶν οἰχίῳ, μετὰ θεραπαινὰς μίας ἢ καττὸ πλεῖστον δύο εὐκόσμως χειραγωγουμένων. Τὰς δὲ θυσίας λιτὰς παριστάμεν τοῖς θεοῖς καὶ κατὰ δύναμιν, ὁργιασμῶν δὲ καὶ ματρογασμῶν τῶν κατ’ οἶκον ἀπέχεσθαι. καὶ γὰρ ὁ κοινὸς νόμος τῆς πόλιος ἀπερύχει ταῦτα τ τὰς γυναῖχας ἐπιτελέν, καὶ ἄλλως καὶ ὅτι μέθας καὶ ἐκστάσεις ψυχὰς ἐπάγοντι ταὶ θρησκευσίας αὐται· τὰν δὲ οἰχοδέσποιναν καὶ προκαθεζομένην οἴχῳ δεῖ σώφρονα καὶ ἀνέπαρον ἡμεν ποτὶ πάντα.