Ancient Greek
82.1 to 83.11
Phocylides Eleg. et Gnom., Sententiae 82.1-83.11
Unproofread scanNot analysed yet
Χρήστης κακοῦ ἐμμεναι ἀνδρὸς φεύγειν, μὴ σέ γ᾽ ἀνίῃσῃ [διδούς] παρὰ καιρὸν ἀπαιτῶν. Ἐν δὲ δικαιοσύνη συλλήβδην πᾶσ᾽ ἀρετή ἔστιν. Αἰδώς τοι ξυνετοῖσιν ἐπὶ βλεφάροισι κάθηται, Ἦθις δ᾽ ἀξυνέτοισιν· σοφὸς δὲ κε τοῦτο δαείη. Μήποτε τις (νῦν) ἄνδρα πανόλβιον αὐδήσετε, πρὶν (γ’ ἄν) ἴδῃ, πῶς κείνον ἕλοι ποτὲ πότμος ἀπήμων. Οὐδὲ γυνὴ τοσσόνδε νόον ἐπιδεύεται ἐσθλοῦ, ὡστε χέρειον ἐλεῦσθαι, ἀμεινοτέρων (παρεόντων.) Ὀφιν μὲν ἐν οὐρεσιν ἤδὲ λέοντα θηρητὴρ αἴων τε καὶ εἰσοφῶν κ’ ἀλέουτο· γνωστὴ μὲν γὰρ τῶν βουλή, γνωστὸν δὲ νόημα· ἀνὴρ δ’ ἄλλα κέκευθεν ἐνὶ φρεσίν, ἄλλα δὲ βάξει. μῦθοι μὲν λείοι καὶ μελίχοι, ἔχθρὰ δὲ ἔργα. Οὐ χρὴ συμποσίου φίλους ἀπέχεσθαι ἐταίρους δηρον· ἀνάμνησις δὲ πέλει χαριστάτη αὐτῇ.