Ancient Greek · ~3 min
Play Eif
Phoenicides Comic., Fragmenta 1
Not analysed yet
Μὰ τὴν Ἀφροδίτην οὐκ ἂν ὑπομείναιμ' ἔτι,
Πυθιάς, ἑταιρεῖν. χαιρέτω· μή μοι λέγε·
ἀπέτυχον· οὐδὲν πρὸς ἐμέ· καταλῦσαι θέλω.
εὐθὺς ἐπιχειρήσασα φίλον εἶχόν τινα
στρατιωτικόν· διαπαντὸς οὗτος τὰς μάχας
ἔλεγεν, ἐδείκνυ' ἅμα λέγων τὰ τραύματα,
εἰσέφερε δ' οὐδέν. δωρεὰν ἔφη τινά
παρὰ τοῦ βασιλέως λαμβάνειν, καὶ ταῦτ' ἀεί
ἔλεγεν· διὰ ταύτην ἣν λέγω τὴν δωρεάν
ἐνιαυτὸν ἔσχε μ' ὁ κακοδαίμων δωρεάν.
ἀφῆκα τοῦτον, λαμβάνω δ' ἄλλον τινά,
ἰατρόν. οὗτος εἰσάγων πολλούς τινας
ἔτεμν', ἔκαε, πτωχὸς ἦν καὶ δήμιος.
δεινότερος οὗτος θατέρου μοι κατεφάνη.
ὁ μὲν διήγημ' ἔλεγεν, ὁ δ' ἐποίει νεκρούς.
τρίτῳ συνέζευξ' ἡ τύχη με φιλοσόφῳ,
πώγων' ἔχοντι καὶ τρίβωνα καὶ λόγον.
εἰς προὖπτον ἦλθον ἐμπεσοῦσα δὴ κακόν·
οὐδὲν ἐδίδου γάρ· εἴ τι δ' αἰτοίμην, ἔφη
οὐκ ἀγαθὸν εἶναι τἀργύριον. ἔστω κακόν,
διὰ τοῦτο δός μοι, ῥῖψον· οὐκ ἐπείθετο.