Ancient Greek
68.3 to 69.4
Phoenix, Fragmenta 68.3-69.4
Unproofread scanNot analysed yet
Ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων, τῇ παιδὶ τοῦ Ἀπόλλωνος, ἢ λέκος πυρῶν ἢ <τ’> ἄρτον ἢ <τ’> ἤμαιθον, ἢ ὅτι τις χρῄζει. δότ’, ὦγαθοί, <τι> τῶν ἕκαστος ἐν χερσὶν ἔχει κορώνῃ· χἄλα λήψεται χόνδρον· φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι· ὁ νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει. ὦ παῖ, θύρην ἄγκλινε —Πλοῦτος ἤκουσε, καὶ τῇ κορώνῃ παρθένος φέρει σῦκα. θεοί, γένοιτο πάντ’ ἄμεμπτος ἡ κούρη κἀφνειὸν ἄνδρα κὠνομαστὸν ἐξεύροι, καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη, θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις. ἐγὼ δ’, ὅκου πόδες φέρουσιν, ὀφθαλμοὺς ἀμείβομαι, Μούσαισι πρὸς θύραις ᾄδων καὶ δόντι καὶ μὴ δόντι —πλέονα <τού>τῳ γε. ἀλλ’, ὦγαθοί, ἐπορέξαθ’ ὧν μυχὸς πλουτεῖ. δός, ὦ ἄναξ, δὸς καὶ σὺ πολλά μοι νύμφη· νόμος κορώνῃ χεῖρα δοῦν ἀπαιτούσῃ. τοσαῦτ’ ἀείδω· δός τι, καὶ καταχρήσει.