Ancient Greek
397.5
Pindar, Fragmenta 397.5
Unproofread scanNot analysed yet
(*3) Plut consol ad Apoll c 14 p 109: Καὶ περὶ ’Αγαμήδους δὲ καὶ Τροφωνίου φησὶ Πίνδαρος, τὸν νεὼν τὸν ἐν Δελφοῖς οἰκοδομήσαντας αἰτεῖν παρὰ τοῦ ’Απόλλωνος μισθόν, τὸν δ’ αὐτοῖς ἐπαγγείλασθαι εἰς ἑβδόμην ἡμέραν ἀποδώσειν, ἐν τούτῳ δ’ εὐωχεῖσθαι παρακελεύεσθαι, τοὺς δὲ ποιήσαντας τὸ προσταχθὲν τῇ ἑβδόμῃ νυκτὶ κατακοιμηθέντας τελευτῆσαι. (Λέγεται δὲ καὶ αὐτῷ Πινδάρῳ ἐπισκήψαντι τοῖς παρὰ τῶν Βοιωτῶν πεμφθεῖσιν εἰς θεοὺ πυθέσθαι, τί ἀριστὸν ἐστὶν ἀνθρώποις (cf vit Ambr), ἀποκρίνασθαι τὴν πρόμαντιν, ὅτι οὐδ’ αὐτὸς ἀγνοεῖ, εἶγε τὰ γραφέντα περὶ Τροφωνίου καὶ ’Αγαμήδους ἐκείνου ἐστίν· εἰ δὲ καὶ πειραθῆναι βούλεται, μετ’ οὐ πολὺ ἔσεσθαι αὐτῷ πρόδηλον. καὶ οὕτω πυθόμενον τὸν Πίνδαρον συλλογίζεσθαι τὰ πρὸς τὸν θάνατον, διελθόντος δ’ ὀλίγου χρόνου τελευτῆσαι). Fragmentum statim huc vocavit Rohde.