Ancient Greek
401.14 to 402.2
Pindar, Fragmenta 401.14-402.2
Unproofread scanNot analysed yet
δ ἢ τὰν Διονύσου πολυγαθέα τιμάν, ἢ γάμον λευκωλένου Ἀρμονίας ὑμνήσομεν . . . ; πρῶτον μὲν εὐβουλον Θέμιν οὐρανίαν χρυσεάμιν ἵπποις Ὠκεανοῦ παρὰ παγὰν Μοῖραι ποτὶ κλίμακα σεμνὰν ἄγον Ὀλύμπου λιπαρὰν καθ' ὁδὸν α' 29—35 δ σωτῆρος ἀρχαίαν ἄλοχον Διὸς ξμμεν· ἀ δὲ τὰς χρυσάμπυκας ἀγλαοκάρπους τίκτεν ἀλαθέας Ὦρας. Lucian Icaromen 27: ἐν δὲ τῷ δείπνῳ δ τε Ἀπόλλων ἐκάθαιρε καὶ ὁ Σιληνὸς κόρδακα ὠρχήσατο καὶ αἱ Μοῦσαι ἀναστάσαι τῆς τε Ἡσιόδου θεογονίας ἦσαν ἡμῖν καὶ τὴν πρώτην ψῆφιν τῶν ὑμνῶν τῶν Πινδάρου. ΘΗΒΑΙΟΙ —_υ_ —_υυ —_υυ_ —_υ_ —_υυ . —_υυ— —_υυ —_υυ_ ——υ_υ_ —_υυ_ υυ_υ —_υ_υ —_υυ —_υυ_υ —υ_— —_υυ_ υυ_— —_υυ_ υυ_— Aristid II 142 Ddf: Πίνδαρος δὲ τοσαύτην ὑπερβολὴν ἐποίησατο ὥστε ἐν Διὸς γάμῳ καὶ τοὺς θεοὺς αὐτοὺς φησιν ἐρομένους τοῦ Διός, εἰ τοῦ δέοιντο, αἰτῆσαι ποιήσασθαι τινὰς αὐτῷ θεούς, οὕτινες τὰ μεγάλα ταῦτ' ἔργα καὶ πᾶσάν γε τὴν ἐκείνου κατασκευὴν κατακοσμήσουσι λόγοις καὶ μουσικῇ. Similia, sed e suo exornata praebet Choricus Gaz p 305 Boiss, 3 Förster. Primus huc rettulit Boeckh.