Ancient Greek
406.8
Pindar, Fragmenta 406.8
Unproofread scanNot analysed yet
Aristid II 168 Ddf: πέπονθας ταὐτὸν τῷ Πινδάρου Πηλεῖ, ὃς τῆς τε θήρας διήμαρτε καὶ τὸν Εὐρυτίωνα φίλτατον (φίλον et φίλιον v l) ὄντα ἑαυτῷ προδιέφθειρεν. Schol p 463: ἐν ὕμνοις μέμνηται Πίνδαρος, ὅτι τὸν Εὐρυτίωνα, τὸν τοῦ Ἦρου τοῦ Ἀκτορος παῖδα, ἕνα ὄντα τῶν Ἀργοναυτῶν, συνθηρεύοντα ἄκων ἀπέκτεινε Πηλεύς. φίλον (φίλτατον v l) δὲ λέγει (Aristides), ἐπειδή συγγενὴς τούτου ἦν. Πηλεὺς γὰρ πρὸ Θέτιδος θυγατέρα Ἀκτορος τὴν Πολυμήλαν (de qua cf Tzetzes Lycophr 175) εἶχε γυναῖκα. ὁ δὲ Ἀκτωρ πατὴρ Ἦρου, ὃς παῖδα ἔχει τὸν Εὐρυτίωνα. Boeckh cum fr 172 ad hymnum Thebanum revocabat.