Ancient Greek
420.2 to 421.1
Pindar, Fragmenta 420.2-421.1
Unproofread scanNot analysed yet
γόνον ὑπάτων μὲν πατέρων μελπέμεν γυναικῶν τε Καδμείαν [ξμολον]. ἐναργέα δ' ἐμὲ κάματ' οὐ λανθάνει, φοινικοεάνων ὅπὸτ' οἰχθέντος Ὠρᾶν θαλάμου εὐοδμον ἐπάγησιν ξαρ φυτὰ νεκτάρεα. τότε βάλλεται, τότ' ἐπ' ἀμβρόταν χθόν' ἑραταί ἴων φόβαι, ῥόδα τε κόμαισι μίγνυται, ἀχεῖ τ' ὀμφαὶ μελέων σύν αὐλοῖς, <. . . ΑΘΗΝΑΙΟΙΣ> Ὦ ται λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀοίδιμοι, Ἑλλάδος ἔρεισμα, κλεῖναι Ἀθᾶναι, δαίμόνιον πτολίεθρον . . . ὅθι παῖδες Ἀθαναίων ἔβαλοντο φαεννὰν