Ancient Greek · ~5 min
Olympian 8 ΑΛΚΙΜΕΔΟΝΤΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι, lines Olympian 8 ΑΛΚΙΜΕΔΟΝΤΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι.54-Olympian 8 ΑΛΚΙΜΕΔΟΝΤΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι.88
Pindar, Ὀλυμπιονῖκαι Olympian 8 ΑΛΚΙΜΕΔΟΝΤΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι.54-88
Not analysed yet
εἰ δʼ ἐγὼ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ,
μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος·
καὶ Νεμέᾳ γὰρ ὁμῶς
ἐρέω ταύταν χάριν,
τὰν δʼ ἔπειτʼ ἀνδρῶν μάχαν
ἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι
εἰδότι ῥᾴτερον· ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν·
κουφότεραι γὰρ ἀπειράτων φρένες.
κεῖνα δὲ κεῖνος ἂν εἴποι
ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει
ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν.
νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων
νίκαν τριακοστὰν ἑλών·
ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δʼ οὐκ ἀμπλακὼν
ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις
νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον,
πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος
γήραος ἀντίπαλον.
Ἀΐδα τοι λάθεται
ἄρμενα πράξαις ἀνήρ.
ἀλλʼ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι
χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,
ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπʼ ἀγώνων.
ἔστι δὲ καί τι θανόντεσσιν μέρος
κὰν νόμον ἐρδομένων·
κατακρύπτει δʼ οὐ κόνις
συγγόνων κεδνὰν χάριν.
Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων
Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν
κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει
ὤπασεν. ἐσλὰ δʼ ἐπʼ ἐσλοῖς
ἔργʼ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.
εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν·
ἀλλʼ ἀπήμαντον ἄγων βίοτον
αὐτούς τʼ ἀέξοι καὶ πόλιν.