Ancient Greek · ~8 min
Olympian 9 ΕΦΑΡΜΟΣΤῼ ΟΠΟΥΝΤΙῼ ΠΑΛΑΙΣΤΗι, lines Olympian 9 ΕΦΑΡΜΟΣΤῼ ΟΠΟΥΝΤΙῼ ΠΑΛΑΙΣΤΗι.1-Olympian 9 ΕΦΑΡΜΟΣΤῼ ΟΠΟΥΝΤΙῼ ΠΑΛΑΙΣΤΗι.66
Pindar, Ὀλυμπιονῖκαι Olympian 9 ΕΦΑΡΜΟΣΤῼ ΟΠΟΥΝΤΙῼ ΠΑΛΑΙΣΤΗι.1-66
Not analysed yet
τὸ μὲν Ἀρχιλόχου μέλος
φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς,
ἄρκεσε Κρόνιον παρʼ ὄχθον ἁγεμονεῦσαι
κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις·
ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων
Δία τε φοινικοστερόπαν σεμνόν τʼ ἐπίνειμαι
ἀκρωτήριον Ἄλιδος
τοιοῖσδε βέλεσσιν,
τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ
ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας·
πτερόεντα δʼ ἵει γλυκὺν
Πυθώναδʼ ὀϊστόν· οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι
ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγʼ ἐλελίζων
κλεινᾶς ἐξ Ὀπόεντος· αἰνήσαις ἓ καὶ υἱόν,
ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν
μεγαλόδοξος Εὐνομία, θάλλει δʼ ἀρεταῖσιν
σόν τε, Κασταλία, πάρα
Ἀλφεοῦ τε ῥέεθρον·
ὅθεν στεφάνων ἄωτοι κλυτὰν
Λοκρῶν ἐπαείροντι ματέρʼ ἀγλαόδενδρον.
ἐγὼ δέ τοι φίλαν πόλιν
μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς,
καὶ ἀγάνορος ἵππου
θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ
ἀγγελίαν πέμψω ταύταν,
εἰ σύν τινι μοιριδίῳ παλάμᾳ
ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον·
κεῖναι γὰρ ὤπασαν τὰ τέρπνʼ· ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμονʼ ἄνδρες
ἐγένοντʼ· ἐπεὶ ἀντία
πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν,
ἁνίκʼ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶν
ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων
Φοῖβος, οὐδʼ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον,
βρότεα σώμαθʼ ᾇ κατάγει κοίλαν πρὸς ἀγυιὰν
θνᾳσκόντων; ἀπό μοι λόγον
τοῦτον, στόμα, ῥῖψον·
ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς
ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν
μανίαισιν ὑποκρέκει.
μὴ νῦν λαλάγει τὰ τοιαῦτʼ· ἔα πόλεμον μάχαν τε πᾶσαν
χωρὶς ἀθανάτων· φέροις δὲ Πρωτογενείας
ἄστει γλῶσσαν, ἵνʼ αἰολοβρόντα Διὸς αἴσᾳ
Πύρρα Δευκαλίων τε Παρνασοῦ καταβάντε
δόμον ἔθεντο πρῶτον, ἄτερ δʼ εὐνᾶς ὁμόδαμον
κτισσάσθαν λίθινον γόνον·
λαοὶ δʼ ὀνύμασθεν.
ἔγειρʼ ἐπέων σφιν οἶμον λιγύν,
αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δʼ ὕμνων
νεωτέρων. λέγοντι μὰν
χθόνα μὲν κατακλύσαι μέλαιναν
ὕδατος σθένος, ἀλλὰ
Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας
ἄντλον ἑλεῖν. κείνων ἔσαν
χαλκάσπιδες ὑμέτεροι πρόγονοι
ἀρχᾶθεν Ἰαπετιονίδος φύτλας
κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί,
πρὶν Ὀλύμπιος ἁγεμὼν
θύγατρʼ ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλος
μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν
Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαις
ὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστον
ἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν,
μάτρωος δʼ ἐκάλεσσέ νιν
ἰσώνυμον ἔμμεν,
ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ
ἔργοισι. πόλιν δʼ ὤπασεν λαόν τε διαιτᾶν.