Ancient Greek · ~7 min
Pythian 8 ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΛΑΙΣΤΗι, lines Pythian 8 ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΛΑΙΣΤΗι.1-Pythian 8 ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΛΑΙΣΤΗι.60
Pindar, Πυθιονῖκαι Pythian 8 ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΛΑΙΣΤΗι.1-60
Not analysed yet
φιλόφρον Ἡσυχία, Δίκας
ὦ μεγιστόπολι θύγατερ,
βουλᾶν τε καὶ πολέμων
ἔχοισα κλαῗδας ὑπερτάτας,
Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ.
τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς
ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ·
τὺ δʼ, ὁπόταν τις ἀμείλιχον
καρδίᾳ κότον ἐνελάσῃ,
τραχεῖα δυσμενέων
ὑπαντιάξαισα κράτει τιθεῖς
Ὕβριν ἐν ἄντλῳ. τὰν οὐδὲ Πορφυρίων μάθεν
παρʼ αἶσαν ἐξερεθίζων· κέρδος δὲ φίλτατον,
ἑκόντος εἴ τις ἐκ δόμων φέροι.
βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ.
Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν,
οὐδὲ μὰν βασιλεὺς Γιγάντων· δμᾶθεν δὲ κεραυνῷ
τόξοισί τʼ Ἀπόλλωνος· ὃς εὐμενεῖ νόῳ
Ξενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον
υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ.
ἔπεσε δʼ οὐ Χαρίτων ἑκὰς
ἁ δικαιόπολις ἀρεταῖς
κλειναῖσιν Αἰακιδᾶν
θιγοῖσα νᾶσος· τελέαν δʼ ἔχει
δόξαν ἀπʼ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται
νικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖς
ὑπερτάτους ἥρωας ἐν μάχαις·
τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.
εἰμὶ δʼ ἄσχολος ἀναθέμεν
πᾶσαν μακραγορίαν
λύρᾳ τε καὶ φθέγματι μαλθακῷ,
μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δʼ ἐν ποσί μοι τράχον
ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν,
ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ.
παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς
Ὀλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις,
οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον·
αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις,
τὸν ὅνπερ ποτʼ Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδὼν
υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ,
ὁπότʼ ἀπʼ Ἄργεος ἤλυθον
δευτέραν ὁδὸν Ἐπίγονοι.
ὧδʼ εἶπε μαρναμένων·
φυᾷ τὸ γενναῖον ἐπιπρέπει
ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφὲς
δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶνʼ ἐπʼ ἀσπίδος
νωμῶντα πρῶτον ἐν Κάδμου πύλαις.
ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ
νῦν ἀρείονος ἐνέχεται
ὄρνιχος ἀγγελίᾳ
Ἄδραστος ἥρως· τὸ δὲ οἴκοθεν
ἀντία πράξει. μοῦνος γὰρ ἐκ Δαναῶν στρατοῦ
θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν
ἀφίξεται λαῷ σὺν ἀβλαβεῖ
Ἄβαντος εὐρυχόρους ἀγυιάς. τοιαῦτα μὲν
ἐφθέγξατʼ Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτὸς
Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ,
γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν
ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρʼ ἀοίδιμον,
μαντευμάτων τʼ ἐφάψατο συγγόνοισι τέχναις.