Ancient Greek · ~5 min
Pythian 8 ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΛΑΙΣΤΗι, lines Pythian 8 ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΛΑΙΣΤΗι.61-Pythian 8 ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΛΑΙΣΤΗι.100
Pindar, Πυθιονῖκαι Pythian 8 ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΛΑΙΣΤΗι.61-100
Not analysed yet
τὺ δʼ,Ἑκαταβόλε, πάνδοκον
ναὸν εὐκλέα διανέμων
Πυθῶνος ἐν γυάλοις,
τὸ μὲν μέγιστον τόθι χαρμάτων
ὤπασας· οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν
πενταθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες.
ἄναξ, ἑκόντι δʼ εὔχομαι νόῳ
κατά τινʼ ἁρμονίαν βλέπειν,
ἀμφʼ ἕκαστον ὅσα νέομαι.
κώμῳ μὲν ἁδυμελεῖ
Δίκα παρέστακε· θεῶν δʼ ὄπιν
ἄφθονον αἰτέω, Ξείναρκες, ὑμετέραις τύχαις.
εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ,
πολλοῖς σοφὸς δοκεῖ πεδʼ ἀφρόνων
βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς·
τὰ δʼ οὐκ ἐπʼ ἀνδράσι κεῖται· δαίμων δὲ παρίσχει,
ἄλλοτʼ ἄλλον ὕπερθε βάλλων, ἄλλον δʼ ὑπὸ χειρῶν
μέτρῳ καταβαίνει. Μεγάροις δʼ ἔχεις γέρας,
μυχῷ τʼ ἐν Μαραθῶνος, Ἥρας τʼ ἀγῶνʼ ἐπιχώριον
νίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ·
τέτρασι δʼ ἔμπετες ὑψόθεν
σωμάτεσσι κακὰ φρονέων,
τοῖς οὔτε νόστος ὁμῶς
ἔπαλπνος ἐν Πυθιάδι κρίθη,
οὐδὲ μολόντων πὰρ ματέρʼ ἀμφὶ γέλως γλυκὺς
ὦρσεν χάριν· κατὰ λαύρας δʼ ἐχθρῶν ἀπάοροι
πτώσσοντι, συμφορᾷ δεδαγμένοι.
ὁ δὲ καλόν τι νέον λαχὼν
ἁβρότατος ἔπι μεγάλας
ἐξ ἐλπίδος πέταται
ὑποπτέροις ἀνορέαις, ἔχων
κρέσσονα πλούτου μέριμναν. ἐν δʼ ὀλίγῳ βροτῶν
τὸ τερπνὸν αὔξεται· οὕτω δὲ καὶ πίτνει χαμαί,
ἀποτρόπῳ γνώμᾳ σεσεισμένον.
ἐπάμεροι· τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ
ἄνθρωπος. ἀλλʼ ὅταν αἴγλα διόσδοτος ἔλθῃ,
λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών·
Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ
πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ
Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τʼ Ἀχιλλεῖ.