Ancient Greek · ~6 min
Pythian 9 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ, lines Pythian 9 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ.89-Pythian 9 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ.125
Pindar, Πυθιονῖκαι Pythian 9 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ.89-125
Not analysed yet
τοῖσι τέλειον ἐπʼ εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν· Χαρίτων κελαδεννᾶν
μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρ
φαμὶ Νίσου τʼ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδʼ εὐκλεΐξαι,
σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών·
οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γʼ ἐν ξυνῷ πεποναμένον εὖ
μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω.
κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν
παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντʼ ἔννεπεν.
πλεῖστα νικάσαντά σε καὶ τελεταῖς
ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θʼ ὡς ἕκασται φίλτατον
παρθενικαὶ πόσιν ἢ
υἱὸν εὔχοντʼ, ὦ Τελεσίκρατες, ἔμμεν,
ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου
Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν
ἐπιχωρίοις. ἐμὲ δʼ ὦν τις ἀοιδᾶν
δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι
καὶ παλαιὰν δόξαν ἑῶν προγόνων· οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν
Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον μναστῆρες ἀγακλέα κούραν·
τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον
σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδος
ἔπλετο· χρυσοστεφάνου δέ οἱ Ἥβας
καρπὸν ἀνθήσαντʼ ἀποδρέψαι
ἔθελον. πατὴρ δὲ θυγατρὶ φυτεύων
κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτʼ ἐν Ἄργει
οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι, πρὶν μέσον ἆμαρ ἑλεῖν,
ὠκύτατον γάμον. ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκʼ ἀγῶνος·
σὺν δʼ ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν,
ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον.
οὕτω δʼ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ
νυμφίον ἄνδρα· ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον,
εἶπε δʼ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν
ἀμφί οἱ ψαύσειε πέπλοις.
ἔνθʼ Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον,
παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν
ἆγεν ἱππευτᾶν Νομάδων διʼ ὅμιλον. πολλὰ μὲν κεῖνοι δίκον
φύλλʼ ἔπι καὶ στεφάνους·
πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν.