Ancient Greek · ~7 min
Pythian 9 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ, lines Pythian 9 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ.46-Pythian 9 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ.88
Pindar, Πυθιονῖκαι Pythian 9 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ.46-88
Not analysed yet
ὅσσα τε χθὼν ἠρινὰ φύλλʼ ἀναπέμπει, χὠπόσαι
ἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοι
κύμασιν ῥιπαῖς τʼ ἀνέμων κλονέονται, χὤ τι μέλλει, χὠπόθεν
ἔσσεται, εὖ καθορᾷς.
εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι,
ἐρέω. ταύτᾳ πόσις ἵκεο βᾶσσαν
τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου
Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι·
ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις
νασιώταν ὄχθον ἐς ἀμφίπεδον· νῦν δʼ εὐρυλείμων πότνιά σοι Λιβύα
δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων· ἵνα οἱ χθονὸς αἶσαν
αὐτίκα συντελέθειν ἔννομον δωρήσεται,
οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτʼ ἀγνῶτα θηρῶν.
τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς
εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ
ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει.
ταὶ δʼ ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς,
νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον
Ζῆνα καὶ ἁγνὸν Ἀπόλλωνʼ, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων,
Ἀγρέα καὶ Νόμιον, τοῖς δʼ Ἀρισταῖον καλεῖν.
ὣς ἄρʼ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν.
ὠκεῖα δʼ ἐπειγομένων ἤδη θεῶν
πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖνʼ ἆμαρ διαίτασεν· θαλάμῳ δὲ μίγεν
ἐν πολυχρύσῳ Λιβύας· ἵνα καλλίσταν πόλιν
ἀμφέπει κλεινάν τʼ ἀέθλοις.
καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα
υἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ·
ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται,
καλλιγύναικι πάτρᾳ
δόξαν ἱμερτὰν ἀγαγόντʼ ἀπὸ Δελφῶν.
ἀρεταὶ δʼ αἰεὶ μεγάλαι πολύμυθοι·
βαιὰ δʼ ἐν μακροῖσι ποικίλλειν,
ἀκοὰ σοφοῖς· ὁ δὲ καιρὸς ὁμοίως
παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον
οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν
ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθʼ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος
σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος
κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς.
τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων
ἐν μόναις ὠδῖσιν Ἀλκμήνα
διδύμων κρατησίμαχον σθένος υἱῶν.
κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει,
μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα·