Ancient Greek
184
Plato Comic., Fragmenta 184
Unproofread scanNot analysed yet
μετὰ ταῦτα δὲ Εὐαγόρου παῖς ἐκ πλενυρίδος Κινησίας λαβοῦ λαβοῦ τῆς χειρὸς ὡς τάχιστα μου· μέλλω στρατηγὸν χειροτονεῖν Ἄγύριον. προσίσταταί μου πρὸς τὸ βῆμα μαντίλη. βόσκει δυσώδη Κέφαλον, αἰσχίστην νόσον. Plutarchus Mor. 801b οἱ δῆμοι διὰ τρυφὴν καὶ ὕβριν ἢ βελτιόνων ἀπορίᾳ δημαγωγῶν χρῶνται τοῖς ἐπιτυχούσι, βδελυττόμενοι καὶ καταφρονοῦντες, εἶτα χαίρουσι τοιούτων εἰς αὐτοὺς λεγομένων οἷα Πλάτων ὁ κωμικὸς τὸν Δῆμον αὐτὸν λέγοντα ποιεῖ· λαβοῦ κτλ. καὶ πάλιν αἰτοῦντα λεκάνην καὶ πτερόν ὅπως ἐμέσῃ, λέγοντα· προσίσταται κτλ. καὶ βόσκει κτλ. 3. προσίσταταί μοι. πρὸς τὸ βῆμα, Μαντία. Meinek. cf. fr. 95, 2. Cobetus Mnem. nov. III 13. 14 (λεκάνην ταχέως μοι προσφέρετω τις καὶ πτερόν·) προσέχεται