Ancient Greek
46
Plato Comic., Fragmenta 46
Unproofread scanNot analysed yet
πρὸς κότταβον παίζειν, ἕως ἂν σφῶν ἐγὼ τὸ δεῖπνον ἔνδον σκευάσω. ΗΡΑΚΛΗΣ. πάνυ βούλομαι. ἀλλ' ἄγρος ἐστ' ; A. ἀλλ' εἰς θύαν παιστέον. HP. φέρε τὴν θύαν, αἴρ' ὕδωρ, τὰ ποτήρια παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων. A. . . . . . . ἀγεννῶς οὐκ ἐξῶ παίζειν. τίθημι κοττάβεια σφῶν ἐγὼ τασδί τε τὰς κρηπίδας ὡς αὐτὴ φορεῖ, καὶ τὸν κότυλον τὸν σόν. HP. βαβαιάξ, οὕτωσί. μελέων ἄγων τῆς Ἰσθμιάδος ἐπέρχεται. Athenaeus 15, 666d Πλάτων δ' ἐν Διὶ κακούμενῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ᾧ ἐξίσταντο καὶ