Ancient Greek · ~9 min
Section 279
Plato, Εὐθύδημος 279
Not analysed yet
ΣΩ. οὐδεὶς ὅστις οὔκ, ἔφη ὁ Κλεινίας. —εἶεν, ἦν δʼ ἐγώ· τὸ δὴ μετὰ τοῦτο, ἐπειδὴ βουλόμεθα εὖ πράττειν, πῶς ἂν εὖ πράττοιμεν; ἆρʼ ἂν εἰ ἡμῖν πολλὰ κἀγαθὰ εἴη; ἢ τοῦτο ἐκείνου ἔτι εὐηθέστερον; δῆλον γάρ που καὶ τοῦτο ὅτι οὕτως ἔχει. —συνέφη. —φέρε δή, ἀγαθὰ δὲ ποῖα ἄρα τῶν ὄντων τυγχάνει ἡμῖν ὄντα; ἢ οὐ χαλεπὸν οὐδὲ σεμνοῦ ἀνδρὸς πάνυ τι οὐδὲ τοῦτο ἔοικεν εἶναι εὐπορεῖν; πᾶς γὰρ ἂν ἡμῖν εἴποι ὅτι τὸ πλουτεῖν ἀγαθόν· ἦ γάρ; —πάνυ γʼ, ἔφη. —οὐκοῦν καὶ τὸ ὑγιαίνειν καὶ τὸ καλὸν εἶναι καὶ τἆλλα κατὰ τὸ σῶμα ἱκανῶς παρεσκευάσθαι; —συνεδόκει. —ἀλλὰ μὴν εὐγένειαί γε καὶ δυνάμεις καὶ τιμαὶ ἐν τῇ ἑαυτοῦ δῆλά ἐστιν ἀγαθὰ ὄντα. —ὡμολόγει. —τί οὖν, ἔφην, ἔτι ἡμῖν λείπεται τῶν ἀγαθῶν; τί ἄρα ἐστὶν τὸ σώφρονά τε εἶναι καὶ δίκαιον καὶ ἀνδρεῖον; πότερον πρὸς Διός, ὦ Κλεινία, ἡγῇ σύ, ἐὰν ταῦτα τιθῶμεν ὡς ἀγαθά, ὀρθῶς ἡμᾶς θήσειν, ἢ ἐὰν μή; ἴσως γὰρ ἄν τις ἡμῖν ἀμφισβητήσειεν· σοὶ δὲ πῶς δοκεῖ; —ἀγαθά, ἔφη ὁ Κλεινίας. —εἶεν, ἦν δʼ ἐγώ· τὴν δὲ σοφίαν ποῦ χοροῦ τάξομεν; ἐν τοῖς ἀγαθοῖς, ἢ πῶς λέγεις; —ἐν τοῖς ἀγαθοῖς. —ἐνθυμοῦ δὴ μή τι παραλείπωμεν τῶν ἀγαθῶν, ὅτι καὶ ἄξιον λόγου. —ἀλλά μοι δοκοῦμεν, ἔφη, οὐδέν, ὁ Κλεινίας. —καὶ ἐγὼ ἀναμνησθεὶς εἶπον ὅτι ναὶ μὰ Δία κινδυνεύομέν γε τὸ μέγιστον τῶν ἀγαθῶν παραλιπεῖν. —τί τοῦτο; ἦ δʼ ὅς. —τὴν εὐτυχίαν, ὦ Κλεινία· ὃ πάντες φασί, καὶ οἱ πάνυ φαῦλοι, μέγιστον τῶν ἀγαθῶν εἶναι. —ἀληθῆ λέγεις, ἔφη. —καὶ ἐγὼ αὖ πάλιν μετανοήσας εἶπον ὅτι ὀλίγου καταγέλαστοι ἐγενόμεθα ὑπὸ τῶν ξένων ἐγώ τε καὶ σύ, ὦ παῖ Ἀξιόχου. —τί δή, ἔφη, τοῦτο; —ὅτι εὐτυχίαν ἐν τοῖς ἔμπροσθεν θέμενοι νυνδὴ αὖθις περὶ τοῦ αὐτοῦ ἐλέγομεν. —τί οὖν δὴ τοῦτο; —καταγέλαστον δήπου, ὃ πάλαι πρόκειται, τοῦτο πάλιν προτιθέναι καὶ δὶς ταὐτὰ λέγειν. —πῶς, ἔφη, τοῦτο λέγεις; —ἡ σοφία δήπου, ἦν δʼ ἐγώ, εὐτυχία ἐστίν· τοῦτο δὲ κἂν παῖς γνοίη. —καὶ ὃς ἐθαύμασεν· οὕτως ἔτι νέος τε καὶ εὐήθης ἐστί. —κἀγὼ γνοὺς αὐτὸν θαυμάζοντα, ἆρα οὐκ οἶσθα, ἔφην, ὦ Κλεινία, ὅτι περὶ αὐλημάτων εὐπραγίαν οἱ αὐληταὶ εὐτυχέστατοί εἰσιν; —συνέφη. —οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ περὶ γραμμάτων γραφῆς τε καὶ ἀναγνώσεως οἱ γραμματισταί; —πάνυ γε. —τί δέ; πρὸς τοὺς τῆς θαλάττης κινδύνους μῶν οἴει εὐτυχεστέρους τινὰς εἶναι τῶν σοφῶν κυβερνητῶν, ὡς ἐπὶ πᾶν εἰπεῖν; —οὐ δῆτα.