Ancient Greek
Section 298
Plato, Εὐθύδημος 298
Not analysed yet
ΣΩ. πάνυ γʼ, ἔφην· ὁ μέν γε ἐμός, ὁ δὲ ἐκείνου. —οὐκοῦν, ἦ δʼ ὅς, ἕτερος ἦν Χαιρέδημος τοῦ πατρός; —τοὐμοῦ γʼ, ἔφην ἐγώ. —ἆρʼ οὖν πατὴρ ἦν ἕτερος ὢν πατρός; ἢ σὺ εἶ ὁ αὐτὸς τῷ λίθῳ; —δέδοικα μὲν ἔγωγʼ, ἔφην, μὴ φανῶ ὑπὸ σοῦ ὁ αὐτός· οὐ μέντοι μοι δοκῶ. —οὐκοῦν ἕτερος εἶ, ἔφη, τοῦ λίθου; —ἕτερος μέντοι. —ἄλλο τι οὖν ἕτερος, ἦ δʼ ὅς, ὢν λίθου οὐ λίθος εἶ; καὶ ἕτερος ὢν χρυσοῦ οὐ χρυσὸς εἶ; —ἔστι ταῦτα. —οὔκουν καὶ ὁ Χαιρέδημος, ἔφη, ἕτερος ὢν πατρὸς πατήρ ἐστιν. —ἔοικεν, ἦν δʼ ἐγώ, οὐ πατὴρ εἶναι. εἰ γὰρ δήπου, ἔφη, πατήρ ἐστιν ὁ Χαιρέδημος, ὑπολαβὼν ὁ Εὐθύδημος, πάλιν αὖ ὁ Σωφρονίσκος ἕτερος ὢν πατρὸς οὐ πατήρ ἐστιν, ὥστε σύ, ὦ Σώκρατες, ἀπάτωρ εἶ. καὶ ὁ Κτήσιππος ἐκδεξάμενος, ὁ δὲ ὑμέτερος, ἔφη, αὖ πατὴρ οὐ ταὐτὰ ταῦτα πέπονθεν; ἕτερός ἐστιν τοὐμοῦ πατρός; —πολλοῦ γʼ, ἔφη, δεῖ, ὁ Εὐθύδημος. —ἀλλά, ἦ δʼ ὅς, ὁ αὐτός; —ὁ αὐτὸς μέντοι. —οὐκ ἂν συμβουλοίμην. ἀλλὰ πότερον, ὦ Εὐθύδημε, ἐμὸς μόνον ἐστὶ πατὴρ ἢ καὶ τῶν ἄλλων ἀνθρώπων; —καὶ τῶν ἄλλων, ἔφη· ἢ οἴει τὸν αὐτὸν πατέρα ὄντα οὐ πατέρα εἶναι; —ὤιμην δῆτα, ἔφη ὁ Κτήσιππος. —τί δέ; ἦ δʼ ὅς· χρυσὸν ὄντα μὴ χρυσὸν εἶναι; ἢ ἄνθρωπον ὄντα μὴ ἄνθρωπον; —μὴ γάρ, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε, τὸ λεγόμενον, οὐ λίνον λίνῳ συνάπτεις· δεινὸν γὰρ λέγεις πρᾶγμα εἰ ὁ σὸς πατὴρ πάντων ἐστὶν πατήρ. —ἀλλʼ ἔστιν, ἔφη. —πότερον ἀνθρώπων; ἦ δʼ ὃς ὁ Κτήσιππος, ἢ καὶ ἵππων καὶ τῶν ἄλλων πάντων ζῴων; πάντων, ἔφη. —ἦ καὶ μήτηρ ἡ μήτηρ; —καὶ ἡ μήτηρ γε. —καὶ τῶν ἐχίνων ἄρα, ἔφη, ἡ σὴ μήτηρ μήτηρ ἐστὶ τῶν θαλαττίων. —καὶ ἡ σή γʼ, ἔφη. —καὶ σὺ ἄρα ἀδελφὸς εἶ τῶν κωβιῶν καὶ κυναρίων καὶ χοιριδίων. —καὶ γὰρ σύ, ἔφη. —κάπρος ἄρα σοι πατήρ ἐστι καὶ κύων. —καὶ γὰρ σοί, ἔφη. αὐτίκα δέ γε, ἦ δʼ ὃς ὁ Διονυσόδωρος, ἄν μοι ἀποκρίνῃ, ὦ Κτήσιππε, ὁμολογήσεις ταῦτα. εἰπὲ γάρ μοι, ἔστι σοι κύων; —καὶ μάλα πονηρός, ἔφη ὁ Κτήσιππος. —ἔστιν οὖν αὐτῷ κυνίδια; —καὶ μάλʼ, ἔφη, ἕτερα τοιαῦτα. —οὐκοῦν πατήρ ἐστιν αὐτῶν ὁ κύων; —ἔγωγέ τοι εἶδον, ἔφη, αὐτὸν ὀχεύοντα τὴν κύνα. —τί οὖν; οὐ σός ἐστιν ὁ κύων; —πάνυ γʼ, ἔφη. —οὐκοῦν πατὴρ ὢν σός ἐστιν, ὥστε σὸς πατὴρ γίγνεται ὁ κύων καὶ σὺ κυναρίων ἀδελφός; καὶ αὖθις ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος, ἵνα μὴ πρότερόν τι εἴποι ὁ Κτήσιππος, καὶ ἔτι γέ μοι μικρόν, ἔφη, ἀπόκριναι· τύπτεις τὸν κύνα τοῦτον; —καὶ ὁ Κτήσιππος γελάσας, νὴ τοὺς θεούς, ἔφη· οὐ γὰρ δύναμαι σέ. —οὐκοῦν τὸν σαυτοῦ πατέρα, ἔφη, τύπτεις;