Ancient Greek · ~8 min
Section 360
Plato, Πρωταγόρας 360
Not analysed yet
ΣΩ. ὀρθῶς γε, ἔφην ἐγώ. ἀλλὰ ποτέρους φῂς εἰς τὸν πόλεμον οὐκ ἐθέλειν ἰέναι, καλὸν ὂν καὶ ἀγαθόν; —τοὺς δειλούς, ἦ δʼ ὅς. —οὐκοῦν, ἦν δʼ ἐγώ, εἴπερ καλὸν καὶ ἀγαθόν, καὶ ἡδύ; —ὡμολόγηται γοῦν, ἔφη. —ἆρʼ οὖν γιγνώσκοντες οἱ δειλοὶ οὐκ ἐθέλουσιν ἰέναι ἐπὶ τὸ κάλλιόν τε καὶ ἄμεινον καὶ ἥδιον; —ἀλλὰ καὶ τοῦτο ἐὰν ὁμολογῶμεν, ἔφη, διαφθεροῦμεν τὰς ἔμπροσθεν ὁμολογίας. —τί δʼ ὁ ἀνδρεῖος; οὐκ ἐπὶ τὸ κάλλιόν τε καὶ ἄμεινον καὶ ἥδιον ἔρχεται; —ἀνάγκη, ἔφη, ὁμολογεῖν. —οὐκοῦν ὅλως οἱ ἀνδρεῖοι οὐκ αἰσχροὺς φόβους φοβοῦνται, ὅταν φοβῶνται, οὐδὲ αἰσχρὰ θάρρη θαρροῦσιν; —ἀληθῆ, ἔφη. —εἰ δὲ μὴ αἰσχρά, ἆρʼ οὐ καλά; —ὡμολόγει. —εἰ δὲ καλά, καὶ ἀγαθά; —ναί. —οὐκοῦν καὶ οἱ δειλοὶ καὶ οἱ θρασεῖς καὶ οἱ μαινόμενοι τοὐναντίον αἰσχρούς τε φόβους φοβοῦνται καὶ αἰσχρὰ θάρρη θαρροῦσιν; —ὡμολόγει. —θαρροῦσιν δὲ τὰ αἰσχρὰ καὶ κακὰ διʼ ἄλλο τι ἢ διʼ ἄγνοιαν καὶ ἀμαθίαν; —οὕτως ἔχει, ἔφη. —τί οὖν; τοῦτο διʼ ὃ δειλοί εἰσιν οἱ δειλοί, δειλίαν ἢ ἀνδρείαν καλεῖς; —δειλίαν ἔγωγʼ, ἔφη. —δειλοὶ δὲ οὐ διὰ τὴν τῶν δεινῶν ἀμαθίαν ἐφάνησαν ὄντες; —πάνυ γʼ, ἔφη. —διὰ ταύτην ἄρα τὴν ἀμαθίαν δειλοί εἰσιν; —ὡμολόγει. —διʼ ὃ δὲ δειλοί εἰσιν, δειλία ὁμολογεῖται παρὰ σοῦ; —συνέφη. —οὐκοῦν ἡ τῶν δεινῶν καὶ μὴ δεινῶν ἀμαθία δειλία ἂν εἴη; —ἐπένευσε. —ἀλλὰ μήν, ἦν δʼ ἐγώ, ἐναντίον ἀνδρεία δειλίᾳ. —ἔφη. —οὐκοῦν ἡ τῶν δεινῶν καὶ μὴ δεινῶν σοφία ἐναντία τῇ τούτων ἀμαθίᾳ ἐστίν; —καὶ ἐνταῦθα ἔτι ἐπένευσεν. —ἡ δὲ τούτων ἀμαθία δειλία; —πάνυ μόγις ἐνταῦθα ἐπένευσεν. —ἡ σοφία ἄρα τῶν δεινῶν καὶ μὴ δεινῶν ἀνδρεία ἐστίν, ἐναντία οὖσα τῇ τούτων ἀμαθίᾳ; —οὐκέτι ἐνταῦθα οὔτʼ ἐπινεῦσαι ἠθέλησεν ἐσίγα τε. —καὶ ἐγὼ εἶπον· τί δή, ὦ Πρωταγόρα, οὔτε σὺ φῂς ἃ ἐρωτῶ οὔτε ἀπόφῃς; —αὐτός, ἔφη, πέρανον. —ἕν γʼ, ἔφην ἐγώ, μόνον ἐρόμενος ἔτι σέ, εἴ σοι ὥσπερ τὸ πρῶτον ἔτι δοκοῦσιν εἶναί τινες ἄνθρωποι ἀμαθέστατοι μέν, ἀνδρειότατοι δέ. —φιλονικεῖν μοι, ἔφη, δοκεῖς, ὦ Σώκρατες, τὸ ἐμὲ εἶναι τὸν ἀποκρινόμενον· χαριοῦμαι οὖν σοι, καὶ λέγω ὅτι ἐκ τῶν ὡμολογημένων ἀδύνατόν μοι δοκεῖ εἶναι. οὔτοι, ἦν δʼ ἐγώ, ἄλλου ἕνεκα ἐρωτῶ πάντα ταῦτα ἢ σκέψασθαι βουλόμενος πῶς ποτʼ ἔχει τὰ περὶ τῆς ἀρετῆς καὶ τί ποτʼ ἐστὶν αὐτό, ἡ ἀρετή.