Ancient Greek · ~8 min
Section 388
Plato, Κρατύλος 388
Not analysed yet
ΕΡΜ. ἔστι ταῦτα. ΣΩ. τί δὲ ἦν ἐκεῖνο ᾧ ἔδει τρυπᾶν; ΕΡΜ. τρύπανον. ΣΩ. τί δὲ ᾧ κερκίζειν; ΕΡΜ. κερκίς. ΣΩ. τί δὲ ᾧ ὀνομάζειν; ΕΡΜ. ὄνομα. ΣΩ. εὖ λέγεις. ὄργανον ἄρα τί ἐστι καὶ τὸ ὄνομα. ΕΡΜ. πάνυ γε. ΣΩ. εἰ οὖν ἐγὼ ἐροίμην τί ἦν ὄργανον ἡ κερκίς; οὐχ ᾧ κερκίζομεν; ΕΡΜ. ναί. ΣΩ. κερκίζοντες δὲ τί δρῶμεν; οὐ τὴν κρόκην καὶ τοὺς στήμονας συγκεχυμένους διακρίνομεν; ΕΡΜ. ναί. ΣΩ. οὐκοῦν καὶ περὶ τρυπάνου ἕξεις οὕτως εἰπεῖν καὶ περὶ τῶν ἄλλων; ΕΡΜ. πάνυ γε. ΣΩ. ἔχεις δὴ καὶ περὶ ὀνόματος οὕτως εἰπεῖν; ὀργάνῳ ὄντι τῷ ὀνόματι ὀνομάζοντες τί ποιοῦμεν; ΕΡΜ. οὐκ ἔχω λέγειν. ΣΩ. ἆρʼ οὐ διδάσκομέν τι ἀλλήλους καὶ τὰ πράγματα διακρίνομεν ᾗ ἔχει; ΕΡΜ. πάνυ γε. ΣΩ. ὄνομα ἄρα διδασκαλικόν τί ἐστιν ὄργανον καὶ διακριτικὸν τῆς οὐσίας ὥσπερ κερκὶς ὑφάσματος. ΕΡΜ. ναί. ΣΩ. ὑφαντικὸν δέ γε ἡ κερκίς; ΕΡΜ. πῶς δʼ οὔ; ΣΩ. ὑφαντικὸς μὲν ἄρα κερκίδι καλῶς χρήσεται, καλῶς δʼ ἐστὶν ὑφαντικῶς· διδασκαλικὸς δὲ ὀνόματι, καλῶς δʼ ἐστὶ διδασκαλικῶς. ΕΡΜ. ναί. ΣΩ. τῷ τίνος οὖν ἔργῳ ὁ ὑφάντης καλῶς χρήσεται ὅταν τῇ κερκίδι χρῆται; ΕΡΜ. τῷ τοῦ τέκτονος. ΣΩ. πᾶς δὲ τέκτων ἢ ὁ τὴν τέχνην ἔχων; ΕΡΜ. ὁ τὴν τέχνην. ΣΩ. τῷ τίνος δὲ ἔργῳ ὁ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται; ΕΡΜ. τῷ τοῦ χαλκέως. ΣΩ. ἆρʼ οὖν πᾶς χαλκεὺς ἢ ὁ τὴν τέχνην ἔχων; ΕΡΜ. ὁ τὴν τέχνην. ΣΩ. εἶεν. τῷ δὲ τίνος ἔργῳ ὁ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται; ΕΡΜ. οὐδὲ τοῦτʼ ἔχω. ΣΩ. οὐδὲ τοῦτό γʼ ἔχεις εἰπεῖν, τίς παραδίδωσιν ἡμῖν τὰ ὀνόματα οἷς χρώμεθα; ΕΡΜ. οὐ δῆτα. ΣΩ. ἆρʼ οὐχὶ ὁ νόμος δοκεῖ σοι ὁ παραδιδοὺς αὐτά; ΕΡΜ. ἔοικεν. ΣΩ. νομοθέτου ἄρα ἔργῳ χρήσεται ὁ διδασκαλικὸς ὅταν ὀνόματι χρῆται; ΕΡΜ. δοκεῖ μοι. ΣΩ. νομοθέτης δέ σοι δοκεῖ πᾶς εἶναι ἀνὴρ ἢ ὁ τὴν τέχνην ἔχων; ΕΡΜ. ὁ τὴν τέχνην.