Ancient Greek · ~8 min
Section 125
Plato, Ἀλκιβιάδης αʹ 125
Not analysed yet
ΣΩ. καλοὺς δὲ κἀγαθοὺς λέγεις τοὺς φρονίμους ἢ τοὺς ἄφρονας; ΑΛ. τοὺς φρονίμους. ΣΩ. οὐκοῦν ὃ ἕκαστος φρόνιμος, τοῦτʼ ἀγαθός; ΑΛ. ναί. ΣΩ. ὃ δὲ ἄφρων, πονηρός; ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. ἆρʼ οὖν ὁ σκυτοτόμος φρόνιμος εἰς ὑποδημάτων ἐργασίαν; ΑΛ. πάνυ γε. ΣΩ. ἀγαθὸς ἄρʼ εἰς αὐτά; ΑΛ. ἀγαθός. ΣΩ. τί δʼ; εἰς ἱματίων ἐργασίαν οὐκ ἄφρων ὁ σκυτοτόμος; ΑΛ. ναί. ΣΩ. κακὸς ἄρα εἰς τοῦτο; ΑΛ. ναί. ΣΩ. ὁ αὐτὸς ἄρα τούτῳ γε τῷ λόγῳ κακός τε καὶ ἀγαθός. ΑΛ. φαίνεται. ΣΩ. ἦ οὖν λέγεις τοὺς ἀγαθοὺς ἄνδρας εἶναι καὶ κακούς; ΑΛ. οὐ δῆτα. ΣΩ. ἀλλὰ τίνας ποτὲ τοὺς ἀγαθοὺς λέγεις; ΑΛ. τοὺς δυναμένους ἔγωγε ἄρχειν ἐν τῇ πόλει. ΣΩ. οὐ δήπου ἵππων γε; ΑΛ. οὐ δῆτα. ΣΩ. ἀλλʼ ἀνθρώπων; ΑΛ. ναί. ΣΩ. ἆρα καμνόντων; ΑΛ. οὔ. ΣΩ. ἀλλὰ πλεόντων; ΑΛ. οὔ φημι. ΣΩ. ἀλλὰ θεριζόντων; ΑΛ. οὔ. ΣΩ. ἀλλʼ οὐδὲν ποιούντων ἤ τι ποιούντων; ΑΛ. ποιούντων λέγω. ΣΩ. τί; πειρῶ καὶ ἐμοὶ δηλῶσαι. ΑΛ. οὐκοῦν τῶν καὶ συμβαλλόντων ἑαυτοῖς καὶ χρωμένων ἀλλήλοις, ὥσπερ ἡμεῖς ζῶμεν ἐν ταῖς πόλεσιν. ΣΩ. οὐκοῦν ἀνθρώπων λέγεις ἄρχειν ἀνθρώποις χρωμένων; ΑΛ. ναί. ΣΩ. ἆρα κελευστῶν χρωμένων ἐρέταις; ΑΛ. οὐ δῆτα. ΣΩ. κυβερνητικὴ γὰρ αὕτη γε ἀρετή; ΑΛ. ναί. ΣΩ. ἀλλʼ ἀνθρώπων λέγεις ἄρχειν αὐλητῶν, ἀνθρώποις ἡγουμένων ᾠδῆς καὶ χρωμένων χορευταῖς; ΑΛ. οὐ δῆτα. ΣΩ. χοροδιδασκαλικὴ γὰρ αὕτη γʼ αὖ; ΑΛ. πάνυ γε. ΣΩ. ἀλλὰ τί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τʼ εἶναι ἄρχειν; ΑΛ. κοινωνούντων ἔγωγε λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλλήλους, τούτων ἄρχειν τῶν ἐν τῇ πόλει. ΣΩ. τίς οὖν αὕτη ἡ τέχνη; ὥσπερ ἂν εἴ σε ἐροίμην πάλιν τὰ νυνδή, κοινωνούντων ναυτιλίας ἐπίστασθαι ἄρχειν τίς ποιεῖ τέχνη; ΑΛ. κυβερνητική. ΣΩ. κοινωνούντων δʼ ᾠδῆς, ὡς νυνδὴ ἐλέγετο, τις ἐπιστήμη ποιεῖ ἄρχειν; ΑΛ. ἥνπερ σὺ ἄρτι ἔλεγες, ἡ χοροδιδασκαλία. ΣΩ. τί δέ; πολιτείας κοινωνούντων τίνα καλεῖς ἐπιστήμην; ΑΛ. εὐβουλίαν ἔγωγε, ὦ Σώκρατες. ΣΩ. τί δέ; μῶν ἀβουλία δοκεῖ εἶναι ἡ τῶν κυβερνητῶν; ΑΛ. οὐ δῆτα. ΣΩ. ἀλλʼ εὐβουλία;