Ancient Greek · ~6 min
Book 1, ΠΕΡΙ ΑΡΕΤΩΝ.
Plotinus, Enneades 1.2-2
Not analysed yet
πρῶτον τοίνυν τὰς ἀρετὰς ληπτέον, καθ̓ ἅς φαμεν ὁμοιοῦσθαι, ἵνα τὸ αὐτὸ εὕρωμεν, ὃ παῤ ἡμῖν μὲν μίμημα ὂν ἀρετή ἐστιν, ἐκεῖ δὲ οἷον ἀρχέτυπον ὂν οὐκ ἀρετή, ἐπισημηνάμενοι, ὡς ἡ ὁμοίωσις διττή: καὶ ἡ μέν τις ταὐτὸν ἐν τοῖς ὁμοίοις ἀπαιτεῖ, ὅσα ἐπίσης ὡμοίωται ἀπὸ τοῦ αὐτοῦ: ἐν οἷς δὲ τὸ μὲν ὡμοίωται πρὸς ἕτερον, τὸ δὲ ἕτερόν ἐστι πρῶτον, οὐκ ἀντιστρέφον πρὸς ἐκεῖνο οὐδὲ ὅμοιον αὐτοῦ λεγόμενον, ἐνταῦθα τὴν ὁμοίωσιν ἄλλον τρόπον ληπτέον οὐ ταὐτὸν εἶδος ἀπαιτοῦντας, ἀλλὰ μᾶλλον ἕτερον, εἴπερ κατὰ τὸν ἕτερον τρόπον ὡμοίωται. τί ποτε οὖν ἐστιν ἡ ἀρετὴ ἥ τε σύμπασα καὶ ἑκάστη; σαφέστερος δὲ ὁ λόγος ἔσται ἐφ̓ ἑκάστης: οὕτω γὰρ καὶ ὅ τι κοινόν, καθ̓ ὃ ἀρεταὶ πᾶσαι, δῆλον ῥᾳδίως ἔσται. αἱ μὲν τοίνυν πολιτικαὶ ἀρεταί, ἃς ἄνω που εἴπομεν, κατακοσμοῦσι μένοντας καὶ ἀμείνους ποιοῦσιν ὁρίζουσαι καὶ μετροῦσαι τὰς ἐπιθυμίας καὶ ὅλως τὰ πάθη καὶ ψευδεῖς δόξας ἀφαιροῦσαι τῷ ὅλως ἀμείνονι καὶ τῷ ὡρίσθαι καὶ τῶν ἀμέτρων καὶ ἀορίστων ἔξω εἶναι τὸ μεμετρημένον: καὶ αὐταὶ ὁρισθεῖσαι ᾗ μέτρα γε ἐν ὕλῃ τῇ ψυχῇ ὡμοίωνται τῷ ἐκεῖ μέτρῳ καὶ ἔχουσιν ἴχνος τοῦ ἐκεῖ ἀρίστου. τὸ μὲν γὰρ πάντη ἄμετρον ὕλη ὂν πάντη ἀνωμοίωται: καθ̓ ὅσον δὲ μεταλαμβάνει εἴδους, κατὰ τοσοῦτον ὁμοιοῦται ἀνειδέῳ ἐκείνῳ ὄντι. μᾶλλον δὲ τὰ ἐγγὺς μεταλαμβάνει: ψυχὴ δὲ ἐγγυτέρω σώματος καὶ συγγενέστερον ταύτῃ καὶ πλέον μεταλαμβάνει, ὥστε καὶ ἐξαπατᾶν θεὸς φαντασθεῖσα, μὴ τὸ πᾶν θεοῦ τοῦτο ᾖ. οὕτω μὲν οὖν αὗται ὁμοιοῦνται.