Ancient Greek · ~7 min
Book 1, ΠΕΡΙ ΑΡΕΤΩΝ.
Plotinus, Enneades 1.3-2
Not analysed yet
ἀλλ̓ ἐπεὶ τὴν ὁμοίωσιν ἄλλην ὑποφαίνει ὡς τῆς μείζονος ἀρετῆς οὖσαν, περὶ ἐκείνης λεκτέον: ἐν ᾧ καὶ σαφέστερον ἔσται μᾶλλον καὶ τῆς πολιτικῆς ἡ οὐσία, καὶ ἥτις ἡ μείζων κατὰ τὴν οὐσίαν, καὶ ὅλως, ὅτι ἔστι παρὰ τὴν πολιτικὴν ἑτέρα. λέγων δὴ ὁ Πλάτων τὴν ὁμοίωσιν τὴν πρὸς θεὸν φυγὴν τῶν ἐντεῦθεν εἶναι, καὶ ταῖς ἀρεταῖς ταῖς ἐν πολιτείᾳ οὐ τὸ ἁπλῶς διδούς, ἀλλὰ προστιθεὶς πολιτικάς γε, καὶ ἀλλαχοῦ καθάρσεις λέγων ἁπάσας δῆλός τέ ἐστι διττὰς τιθεὶς καὶ τὴν ὁμοίωσιν οὐ κατὰ τὴν πολιτικὴν τιθείς. πῶς οὖν λέγομεν ταύτας καθάρσεις καὶ πῶς καθαρθέντες μάλιστα ὁμοιούμεθα; ἢ ἐπειδὴ κακὴ μέν ἐστιν ἡ ψυχὴ συμπεφυρμένη τῷ σώματι καὶ ὁμοπαθὴς γινομένη αὐτῷ καὶ πάντα συνδοξάζουσα, εἴη ἂν ἀγαθὴ καὶ ἀρετὴν ἔχουσα, εἰ μήτε συνδοξάζοι, ἀλλὰ μόνη ἐνεργοῖ: ὅπερ ἐστὶ νοεῖν τε καὶ φρονεῖν: μήτε ὁμοπαθὴς εἴη: ὅπερ ἐστὶ σωφρονεῖν: μήτε φοβοῖτο ἀφισταμένη τοῦ σώματος: ὅπερ ἐστὶν ἀνδρίζεσθαι: ἡγοῖτο δὲ λόγος καὶ νοῦς, τὰ δὲ μὴ ἀντιτείνοι: δικαιοσύνη δ̓ ἂν εἴη τοῦτο. τὴν δὴ τοιαύτην διάθεσιν τῆς ψυχῆς, καθ̓ ἣν νοεῖ τε καὶ ἀπαθὴς οὕτως ἐστίν, εἴ τις ὁμοίωσιν λέγοι πρὸς θεόν, οὐκ ἂν ἁμαρτάνοι: καθαρὸν γὰρ καὶ τὸ θεῖον καὶ ἡ ἐνέργεια τοιαύτη, ὡς τὸ μιμούμενον ἔχειν φρόνησιν. τί οὖν; οὐ κἀκεῖνο οὕτως διάκειται; ἢ οὐ διάκειται, ψυχῆς δὲ ἡ διάθεσις. νοεῖ τε ἡ ψυχὴ ἄλλως: τῶν δὲ ἐκεῖ τὸ μὲν ἑτέρως, τὸ δὲ οὐδὲ ὅλως. πάλιν οὖν τὸ νοεῖν ὁμώνυμον; οὐδαμῶς: ἀλλὰ τὸ μὲν πρώτως, τὸ δὲ παῤ ἐκείνου ἑτέρως. ὡς γὰρ ὁ ἐν φωνῇ λόγος μίμημα τοῦ ἐν ψυχῇ, οὕτω καὶ ὁ ἐν ψυχῇ μίμημα τοῦ ἐν ἑτέρῳ. ὡς οὖν μεμιμημένος ὁ ἐν προφορᾷ πρὸς τὸν ἐν ψυχῇ, οὕτως καὶ ὁ ἐν ψυχῇ ἑρμηνεὺς ὢν ἐκείνου πρὸς τὸ πρὸ αὐτοῦ. ἡ δὴ ἀρετὴ ψυχῆς: νοῦ δὲ οὐκ ἔστιν οὐδὲ τοῦ ἐπέκεινα.