Ancient Greek · ~9 min
Book 1, ΠΕΡΙ ΕΥΔΑΙΜΟΝΙΑΣ.
Plotinus, Enneades 1.4-4
Not analysed yet
εἰ μὲν οὖν τὴν τελείαν ζωὴν ἔχειν οἷός τε ἄνθρωπος, καὶ ἄνθρωπος ὁ ταύτην ἔχων τὴν ζωὴν εὐδαίμων. εἰ δὲ μή, ἐν θεοῖς ἄν τις τὸ εὐδαιμονεῖν θεῖτο, εἰ ἐν ἐκείνοις μόνοις ἡ τοιαύτη ζωή. ἐπειδὴ τοίνυν φαμὲν εἶναι καὶ ἐν ἀνθρώποις τὸ εὐδαιμονεῖν, σκεπτέον πῶς ἔστι τοῦτο. λέγω δὲ ὧδε: ὅτι μὲν οὖν ἔχει τελείαν ζωὴν ἄνθρωπος οὐ τὴν αἰσθητικὴν μόνον ἔχων, ἀλλὰ καὶ λογισμὸν καὶ νοῦν ἀληθινόν, δῆλον καὶ ἐξ ἄλλων. ἀλλ̓ ἆρά γε ὡς ἄλλος ὢν ἄλλο τοῦτο ἔχει; ἢ οὐδ̓ ἐστὶν ὅλως ἄνθρωπος μὴ οὐ καὶ τοῦτο ἢ δυνάμει ἢ ἐνεργείᾳ ἔχων, ὃ δὴ καί φαμεν εὐδαίμονα εἶναι. ἀλλ̓ ὡς μέρος αὐτοῦ τοῦτο φήσομεν ἐν αὐτῷ τὸ εἶδος τῆς ζωῆς τὸ τέλειον εἶναι; ἢ τὸν μὲν ἄλλον ἄνθρωπον μέρος τι τοῦτο ἔχειν δυνάμει ἔχοντα, τὸν δὲ εὐδαίμονα ἤδη, ὃς δὴ καὶ ἐνεργείᾳ ἐστι τοῦτο καὶ μεταβέβηκε πρὸς τὸ αὐτὸ εἶναι τοῦτο: περικεῖσθαι δ̓ αὐτῷ τὰ ἄλλα ἤδη, ἃ δὴ οὐδὲ μέρη αὐτοῦ ἄν τις θεῖτο οὐκ ἐθέλοντι περικείμενα: ἦν δ̓ ἂν αὐτοῦ κατὰ βούλησιν συνηρτημένα. τούτῳ τοίνυν τί ποτ̓ ἐστὶ τὸ ἀγαθόν; ἢ αὐτὸς αὑτῷ ὅπερ ἔχει: τὸ δὲ ἐπέκεινα αἴτιον τοῦ ἐν αὐτῷ καὶ ἄλλως ἀγαθόν, αὐτῷ παρὸν ἄλλως. μαρτύριον δὲ τοῦ τοῦτο εἶναι τὸ μὴ ἄλλο ζητεῖν τὸν οὕτως ἔχοντα. τί γὰρ ἂν καὶ ζητήσειε; τῶν μὲν γὰρ χειρόνων οὐδέν, τῷ δὲ ἀρίστῳ σύνεστιν. αὐτάρκης οὖν ὁ βίος τῷ οὕτω ζωὴν ἔχοντι. κἂν σπουδαῖος ᾖ, αὐτάρκης εἰς εὐδαιμονίαν καὶ εἰς κτῆσιν ἀγαθοῦ: οὐδὲν γὰρ ἔστιν ἀγαθὸν ὃ μὴ ἔχει. ἀλλ̓ ὃ ζητεῖ ὡς ἀναγκαῖον ζητεῖ, καὶ οὐχ αὑτῷ, ἀλλά τινι τῶν αὑτοῦ. σώματι γὰρ προσηρτημένῳ ζητεῖ: κἂν ζῶντι δὲ σώματι, τὰ αὑτοῦ ζῶντι τούτῳ, οὐχ ἃ τοιούτου τοῦ ἀνθρώπου ἐστί. καὶ γινώσκει ταῦτα καὶ δίδωσιν ἃ δίδωσιν οὐδὲν τῆς αὑτοῦ παραιρούμενος ζωῆς. οὐδ̓ ἐν τύχαις τοίνυν ἐναντίαις ἐλαττώσεται εἰς τὸ εὐδαιμονεῖν: μένει γὰρ καὶ ὣς ἡ τοιαύτη ζωή: ἀποθνησκόντων τε οἰκείων καὶ φίλων οἶδε τὸν θάνατον ὅ τι ἐστίν, ἴσασι δὲ καὶ οἱ πάσχοντες σπουδαῖοι ὄντες. οἰκεῖοι δὲ καὶ προσήκοντες τοῦτο πάσχοντες κὰν λυπῶσιν, οὐκ αὐτόν, τὸ δ̓ ἐν αὐτῷ νοῦν οὐκ ἔχον, οὗ τὰς λύπας οὐ δέξεται.